κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.”
ἀπεστάλθαι φησὶ, καὶ τὸν ἀποστείλαντα ὅστις εἴη διδάσκει, λέγων ‘καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.” οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις μιᾳ χρωμένους προσηγορίᾳ, ’τον τε ἀπο- στείλαντα κύριον παντοκράτορα καὶ τὸν ἀποστελλόμενον
ὁμώνυμον τῷ ἀποστείλαντι.
τῇ παρὰ τῷ πατρὶ μετὰ ταῦτα ἀπέσταλτο ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοὺ θεοῦ λόγος ταῦθ’ ὑφ’ ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὑτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος b
τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδούλωντο τὰ ἔθνη σκυλεύσαντα αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρίᾳ.
τοῦ πατρὸς ἀποσταλησομένου.
ὀφθαλμοῦ κόρης· καὶ δεῖγμα τῆς τοιᾶσδε αὐτοῦ περὶ τὸ τῶν ἀνθρώπων γένος κηδεμονίας τὸ μηδ’ ὑποστείλασθαι d αὐτὸν, θεοῦ λόγον ὄντα καὶ ἐν δόξῃ τῆ παρὰ τῷ πατρὶ τυγχάνοντα, τὴν εἰς ἀνθρώπους ἐπιδημίαν τε καὶ οἰκονομίαν ἀναδέξασθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.