λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.”
τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρόδηλον μηδὲ b πλείονος ἐξεργασίας δεῖσθαι. τηρήσεις δὲ ὅτι καὶ τὴν αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησι 1 “καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.”
ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, οὔσης ἐκείνης τῶν ἁγίων, κατὰ τὸν ἱερὸν ἀπόστολον.
ὑποστᾶσα, οἳ καὶ γεννήματα ἐτύγχανον μητρὸς τῆς ἀπορριφείσης διὰ τὰς οἰκείας δυσσεβείας, καὶ χήρας γεγενημένης διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφητῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα “οὐχ ὡς ἄνδρα με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν
τῆς παρθενίας σου;” ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοιε τὸν τρόπον τῆς μητρὸς διαβάλλων φησὶ “ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν;” καὶ πάλιν “κριθῆτε πρὸς τὴν d μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ
οὐκ ἀνὴρ αὐτῆς.”
ἡμῶν λελογισμένη.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.