καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.
πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὅρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον 2 καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται ἡ φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ
ἐμφραχθήσεται ἔται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. καὶ παρέσται κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φᾶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν.
d ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα, καὶ οὐχὶ νὺξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. ἐν
θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.”
καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς ἐπὶ τὴν οἰκείαν ἐπάνοδον, τὴν ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως γενομένην, ἄρτι τῆς Ἱερουσαλὴμ ἀνεγηγερμένης, ἀνανεωθέντος δὲ τοῦ ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου ἐπὶ Δαρείου τοῦ Περσοῦ,
ὁ παρὼν προφήτης θεσπίζει, τὴν μετὰ ταῦτα δευτέραν 285 πολιορκίαν τῆς Ἱερουσαλὴμ σημαίνων, ἣν πἐπονθεν ὑπὸ Ῥωμαίων οὐκ ἄλλοτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς οἰκήτορσιν αὐτῆς τετολμημένα.
τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦνται. ταῦτα δὲ ἦν ὁμοῦ τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα, καὶ ἡ παραυτίκα τῷ Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία, καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς
τούτοις κλῆσις τῶν ἐθνῶν, τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις.
προφητείας. ἡμέρας δὴ οὖν τοῦ κυρίου, ὥσπερ οὑν καὶ ἐν ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτὸς, οἶα φῶς ἀληθινὸν τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται c
ἡμερῶν, τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ ‘τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους,” τὸ Ἰουδαίων ἔθνος διὰ
τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται 2 δεινοῖς.
d καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.”
177 “ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ὲν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.
γὰρ Ἰησοῦς ὁ σωτὴρ καὶ κύριος ἡμῶν παρῆν, ἠσέβουν τε εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, καὶ πάντα αὐτοῖς ἀθρόως τὰ προηγορευμένα μετὰ πεντακοσιοστὸν ἔτος 286 τῆς προρρήσεως τέλους ἐτύγχανεν, ἐξ αὐτοῦ Πιλάτου καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν
πολιορκίας οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυίου Ἰωσήπου γραφείσης ἱστορίας ἀναλέξασθαι.
δὲ χρόνον, κατὰ Ἀδριανὸν αὐτοκράτορα κινήσεως αὖθις Ἰουδαϊκῆς γενομένης, τὸ λοιπὸν τῆς πόλεως b μέρος ἥμισυ πολιορκηθὲν αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐτοῖς γενέσθαι τὸν τόπον.
τὸν Ἐπιφανῆ ταῦτα πεπληρῶσθαι, σκεψάσθω εἰ οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας ας κατὰ τοὺς Ἀντόχου χρόνους· οἶον τὸ αἰχμαλωσίαν πεπονθέναι τὸν λαὸν, καὶ τὸ στῆναι τοὺς πόδας κυρίου ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, καὶ εἰ γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ,
καὶ εἰ τὸ ὄνομα κυρίου ἐκύκλωσε τὴν γῆν πᾶσαν καὶ τὴν ἔρημον, ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει· καὶ τὰ λοιπὰ δὲ τῆς προρρήσεως ὁποίου τέλους ἔτυχεν Ἀντιόχου βασιλεύοντος πῶς τις ἀποδώσει;
καθ’ ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὕτη γε ἡ Ἱερουσαλὴμ, καὶ τὸ πάν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μώσεως θρησκείας καθῃρεῖτο· αὐτίκα δὲ τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ
σωματικῇ πεπόνθασι, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα κηρῦξαι τοῖς ὑπὸ δαιμόνων πονηρῶν αἰχμαλώτοις d ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.
αὐτῶν, οἶ τὸν σφόν λυτρωτὴν ἐπιγνόντες, οἰκεῖοί τε αὐτοῦ γενόμενοι μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, πλεῖστοί τε ἄλλοι τῶν ἐκ περιτομῆς εἰς αὐτὸν πεπιστευκότων, περὶ ὧν φησιν ὁ ἀπόστολος ‘‘οὕτω καὶ νῦν λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε.”
τὸ “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοι 287 ώθημεν·” τῆς νενοημένης ἡμῖν κατὰ διάνοιαν πολιορκίας ἄπειροι διεφυλάχθησαν οὐ μόνον, ἀλλὰ καὶ τῆς πρὸς λέξιν ἀποδοθείσης. οἶ γοῦν ἀπόστολοι καὶ
μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, καὶ πάντες οἱ ἐξ Ἰουδαίων 3 εἰς αὐτὸν πεπιστευκότες, μακρὰν τῆς Ἰουδαίας γῆς γενόμενοι, καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπισπαρέντες, τὸν κατὰ τῶν οἰκούντων τὴν πόλιν ὄλεθρον διαδρᾶναι τότε ἠδυνήθησαν.
b τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν.” οἷς ἑξῆς ἐπιλέγει “καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.”
δηλοῖ δὲ ὁ λόγος αὐτὸν τὸν κύριον συμμαχήσειν τοῖς πολιορκοῦσιν, ἐν αὐτοῖς ὄντα καὶ σὺν αὐτοῖς παραταττόμενον, ὥσπερ τινὰ στρατηγὸν καὶ ὑπέρμαχον αὐτῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευόμενον. 178
c τῶν ἐθνῶν παρατάξεσθαι. τίσιν δὲ καὶ κατὰ τίνων; κατὰ τῆς Ἱερουσαλὴμ καὶ τῶν οἰκητόρων αὐτῆς, περὶ ὧν ἦν ὁ λόγος. τὸ δὲ “καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ, ἐξ ἀνατολῶν” τί ἕτερον δηλοῖ ἢ
κυρίου τοῦ θεοῦ, αὐτοῦ δὴ τοὐ θεοῦ λόγου, τὴν ἐπὶ τῆς ἐκκλησίας αὐτοῦ στάσιν τε καὶ βεβαίωσιν, ἣν ὅρος ἐλαιῶν ἐπὶ τοῦ παρόντος κατὰ τρόπον ἀλληγορίας ὀνομάζει;
ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις d ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι ἀγριέλαιον οὖσαν κατεφύτευσεν, ἐγκεντρίσας ἐπὶ τὰς ἀποστολικὰς τῆς καλλιε-
4 λαίου ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομὴν, ὥσπερ οὖν ὁ ἀπόστολος παιδεύει ‘καὶ κατεφύτευσέ γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονονουχὶ διὰ τῆς προφητείας τείας λέγων “ἐλαίαν ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσε κύριος
τὸ ὄνομά σου.”
καὶ καταπάτησιν, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, 288 ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος ἐλαιῶνα ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέους τετυχηκότα, καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ’ ἔστι ψυχαῖς ἁγίαις
καὶ φωτὸς θρεπτικαῖς, οἵαις τε λέγειν ‟ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ.”
συνέστη τῷ θεῷ μετὰ τὴν τῆς Ἱερουσαλὴμ καθαίρεσιν. b φήσας γοῦν ἀνωτέρω ὁ λόγος περὶ τῆς Ἱερουσαλὴμ ‘ὡς ἀλώσεται ἡ πόλις, καὶ τὰ ἐχθρὰ καὶ πολέμια ἔθνη συναχθήσεται ἐπ’ αὐτὴν, καὶ διαμερισθήσεται τὰ σκῦλα αὐτῆς,” εἰκότως οὐκ ἐπὶ Ἱερουσαλὴμ
τοὺς πόδας τοῦ κυρίου στήσεσθαί φησι.
τῆς πόλεως.
d συνεστῶτι ἐπὶ τῆς Ἱερουσαλὴμ ἁγιάσματι, καταλύειν δὲ ἕνεκεν ἱστορίας τε ὁμοῦ τῆς κατὰ τὴν προφητείαν ἁλώσεως καὶ ἐρημίας τῆς Ἱερουσαλὴμ, καὶ τῆς ἔπι τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ προσκυνήσεως, ἔνθα ἡ δόξα κυρίου μετέστη καταλείψασα
τὴν προτέραν πόλιν. ἔστησαν δὲ ἀληθῶς καὶ κατὰ τὴν πρόχειρον καὶ ῥητὴν διήγησιν οἷ πόδες τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, δι’ οὗ ἀνείληφεν ἀνθρωπείου σκήνους ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν πρὸς τῷ αὐτόθι δεικνυμένῳ σπηλαίῳ,
εὐξαμένου τε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐπὶ τῆς ἀχρωρείας τοῦ τῶν ἐλαιῶν ὄρους τὰ περὶ τῆς συντελείας μυστήρια παραδεδωκότος, ἐντεῦθέν τε τὴν εἰς πὐραωοὺς 179 ἄνοδον πεποιημένου, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι 289 τῶν ἀποστόλων διδάσκει φάσκων ὅτι δὴ ἐν τῷ
τῶν ἐλαιῶν ὄρει συμπαρόντων αὐτῷ τῶν ἀποστόλων ̔βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.”
6 λευκαῖς 5 οἱ καὶ εἶπον, ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.”
κατὰ τὴν διάνοιαν ἡ ἁγία Χριστοῦ ἐκκλησία, καὶ τὸ ὄρος ἐφ’ ᾧ τεθεμελίωται, περὶ οὑ διδάσκει λέγων ὁ σωτὴρ ‟οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη,” ἀντὶ τῆς πεσούσης καὶ μὴ ἐγερθείσης Ἱερουσαλὴμ ἀνεγερθεῖσα, καὶ τῶν ποδῶν τοῦ κυρίου καταξιωθεῖσα,
οὐ μόνον κατέναντί ἐστιν Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐξ ἀνατολῶν αὐτῆς, προσλαβοῦσα τὰς αὐγὰς τοῦ τῆς θεοσεβείας φωτὸς, καὶ πολὺ προτέρα τῆς Ἱερουσαλὴμ γενομένη, αὐτῷ τε πλησιάσασα τῷ τῆς δικαιοσύνης c ἡλίῳ, περὶ οὗ λέλεκται ‟τοῖς τοῖς δὲ φοβουμένοις
με ἀνατελεῖ ἥλιος δικαιοσύνης.”
δύναται μὲν τὴν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐξάπλωσιν τῆς ἐκκλησίας σημαίνειν, ἐπεὶ καὶ ἀνατολὰς ἡλίου, αὐτά τε τὰ ἑῷα καὶ ἀνατολικὰ ἔθνη πεπλήρωκεν, διατείνει δὲ καὶ ἐπὶ τὴν δυτικὴν θάλασσαν d τάς τε ἐν αὐτῇ νήσους· οὐ μὴν ἀλλ’ ἔφθακε
κατά τε νότον καὶ μεσημβρίαν, κατά τε βορρᾶν καὶ 7 ἄρκτον.
κατὰ τὸν βίον ἀπόπτως εἰς αἰνίττεσθαι σχισθέντα· φησὶ γὰρ ‟τὸ ὄρος διαστήσεσθαι, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους 290 πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον,
ὡς εἰς τέσσαρα μέρη διαιρεῖσθαι, δύο μὲν τὰ σεμνότερα καὶ κρείττω, δύο δὲ τὰ ἐναντία.
καὶ τοῖς λοιποῖς τοῦ θείου πνεύματος χαρίσμασι τελειουμένων, θάτερον δὲ τῶν διὰ βίου κατορθούντων, ἐν ἐκλογαῖς γε μὴν διατριβόντων.
σημαινόμενα. ‟ἀπὸ ἀπὸ προσώπου γὰρ (φησὶ) βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν·” ὅ τε δράκων ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς λέγεται.
τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις.
8
Ὀζίου βασιλέως Ἰούδα.” κοιλὰς δὲ ἐν τούτοις τῶν 180 ὀρέων τοῦ θεοῦ τίς ἂν εἴη ἢ ἡ κατὰ τὸν Μώσεως νόμον ἐν τῇ Ἱερουσαλὴμ πάλαι πρότερον συντελουμένη σωματικὴ καὶ Ἰουδαικὴ θρησκεία, ἣ ἀποκλεισθήσεσθαι ὥσπερ ἀποφραχθεῖσαν ὁ παρὼν λόγος θεσπίζει
φάσκων ‟καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ ἐμφραχθήσεται;”
καὶ ἐμφραχθήσεται;’ δι’ ὧν παρίστησι τὸ αἴτιον τῆς ἐμφραχθείσης φάραγγος. τί δὲ ἦν τοῦτο ἀλλ’ ἢ τὸ ἐγγίσαι αὐτὴν καὶ πλησιάσαι τῷ παρακειμένῳ αὐτῇ; τοῦτο δὲ ἦν τὸ τοῦ κυρίου ὅρος τὸ τῶν ἐλαιῶν προωνομασμένον, ὅπερ Ἀσαὴλ ὠνόμασται παρὰ
τοῖς ἑβδομήκοντα.
τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.
γὰρ σωματικῶς κατ’ αὐτὸν σεισμὸς γεγονὼς, οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀναγέγραπται.
ἅτε Ἑβραῖος ἐξ Ἑβραίων τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ‟ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων ἐξιέναι τοῦ ἱεροῦ, καὶ μὴ παρανομεῖν εἰς τὸν θεὸν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν
ἄξουσιν.
τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν, καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραχθῆναι καὶ τοὺς παρακείσους τοὺς βασιλικούς.”
d καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ’ ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ δύο ἐτῶν τοὐ σεισμοῦ. ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει.
ὑπογράφειν ἐν οἷς φησιν εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπε, πάταξον ἐπὶ τὸ θυσιαστήριον, σιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων, καὶ τοὺς καταλοίπους 9 αὐτῆς ἐν ῥομφαίᾳ ἀποκτενῶ.’
τήν τε ἀπώλειαν τὴν μετελθοῦσαν αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὅτε παραιτησαμένων αὐτῶν τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ἀληθῆ ἀρχιερέα, 292 λέπρα κατὰ τῶν ψυχῶν ἐξήνθησεν, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Ὀζίου 5 ὅτε καὶ ἀοράτῳ δυνάμει αὐτὸς ὁ κύριος
ἐπιστὰς τῷ θυσιαστηρίῳ αὐτῶν τὴν ἐξουσίαν 181 ἔδωκε τῷ πατάσσοντι, φήσας πάταξον τὸ θυσιαστήριον.”
ἀπὸ ἄνωθεν ἴως κάτω, ὥσπερ οὖν ὁ Ἰώσηπος ἱστορεῖ γεγονέναι κατὰ τοὺς Ὀζίου χρόνους· εἶτα πρότερον μὲν ἐσείσθη τὰ πρόπυλα, ὅτε ἡ γῆ ἐσείσθη κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν· μετ’ οὐ πολὺ δὲ καὶ b τὴν ἐσχάτην ὑπέμεινε πτῶσιν, λαβών τε τὴν ἐξουσίαν
ὁ πατάσσων διέκοψεν εἰς κεφαλὰς ἁπάντων.
πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ Μώσεως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα. μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος
τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει 10 λέγων ‟καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἶ ἅγιοι μετ’ αὐτοῦ,”
αὐτῷ.” εἶτα ἐπὶ τῆς παρουσίας τοῦ κυρίου ‟ἔσται (φησὶν) ἡμέρα, καὶ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ d πάγος ἔσται μίαν ἡμέραν.”
τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νὺξ, ἀλλ’ ἔσται τὸ πρὸς ἐσπέραν φῶς.” καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν ‟οὐκ ἔσται φῶς ἐπληροῦτο, ἡνίκα ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν
γῆν ἴως ὥρας ἐνάτης, τὸ δὲ ‟ἀλλὰ ψῦχος καὶ πάγος,” ὅτε κατὰ τὸν Λουκᾶν ‟παραλαβόντες τὸν Ἰησοῦν ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.”
293 θερμαινόμενος. ὁ δὲ Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπὼν εἱστήκεισαν οἱ δοῦλοι καὶ οἶ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο.”
καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ·” οὐχ ἡμέρα μὲν, διὰ τὸ προειρῆσθαι ‟οὐκ ἔσται φῶς,” ὃ καὶ ἐπληροῦτο, ὅτε ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης· οὐδὲ νὺξ δὲ, διὰ 11 τὸ ἐπιλέγεσθαι “πρὸς ἑσπέραν ἔσται φῶς,” ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν b αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα.
ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν
δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους ἐν σκότει c καὶ σκιᾷ θανάτου μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.
ἐξελεύσεται, φησὶν, ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ξωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτὸν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν ‟εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων 182
σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.” αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν.
καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην τὸ ζῶν ὕδωρ ἐξελύσεσθαι,” δι’ ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ πρώτη θάλαττα ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα
ἥλιον διὰ τῆς θαλάττης τῆς ἐσχάτης σημαινόμενα, 12 ἃ καὶ πεπλήρωκε τὸ ζῶν ὕδωρ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευε λέγων ‟ὃς ἂν πίῃ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.‘’ καὶ πάλιν ‟ ποταμοὶ φησὶν) ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου
εἰς ζωὴν αἰώνιον.”
καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. ἔσται (φησὶ) κύριος εἰς βασιλέα.”
κυκλοῦν πάσαν τὴν γῆν.” ἃ καὶ αὐτὰ συνάδει τοῖς ἀπὸ τῶν Ψαλμῶν παρατεθεῖσιν, δι’ ὧν ἐλέγετο ‟ ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη.” καὶ πάλιν‘‘ εἴπατε ἐν b τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε.’ ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται.
τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ ζῶν ὕδωρ, τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, c καὶ τὸ ὄνομα αὐτοῦ ἓν, πληροῦν πᾶσαν τὴν γῆν,” ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διει-
13 λήφαμεν ;
πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.’ καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.