Ἰουδαίων ἀποβολὴν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς 171 τε πάλαι πρότερον παρ’ αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν
τρόπον εὐσεβείας, νόμον τε νέον καὶ λόγον ἐκ μὲν 1 τῆς Ἰουδαίων χώρας προελευσόμενον, εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ σωτῆρος b ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδεκται, σοὶ καταλείπω σκοπεῖν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.