εἶτ’ ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ’ ἀνθρώπων μὲν, ὑπ’ αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν
φησὶν ‟ ὦ θεὲ, (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος) d ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου·”
Ἑβραίων ἱερέας καὶ βασιλέας χρίεσθαι.
χρίσματι κεχρισμένος.
εἴρηται ‟μὴ ἅπτεσθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
καθ’ ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν b ἠκονήσατο, ὅπως τε οὐ δι’ ὁπλιτικῆς παρατάξεως, ἀλλ’ ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς.
τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ’ ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων
πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς 138 2 c ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο· ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα, οὔτε οὖν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον, κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ’ ὃ δὴ καὶ διὰ
Ἠσαίου φησὶ ‟πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.”
τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. ὅπως δὲ φαμὲν αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐταρκῶς ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν.
ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελθείσης εὐσεβείας ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσι παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι, καὶ παρὰ πᾶσιν ἀνθρώποις
Χριστὸν ἀναγορεύεσθαι.
ἁπάντων τόν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται.
3 προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης, κόριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν b πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου
λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ’ ἂν τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.