κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατὰ τὴν τάξιν Μελχισεδέκ.”
τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν Ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα.
γέννημα θεοῦ προσηγόρευται. καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον 139 ἑαυτοῦ κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει. b ‟εἶπε γὰρ φησὶν) ὁ κύριος τῷ κυρίῳ μου,
κάθου ἐκ δεξιῶν μου.” τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ’ ὁμοίως, ἰδίως δ’ αὐτὸν κύριον ὠνόμαζον.
ἐπιλέγει ‟πῶς οὖν Δαβίδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιόν μου;” μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοὐ Δαβίδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτη πνεύματος.
δὲ τὸ πνεῦμα τὸ προφητικὸν, τοῦτο δ’ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ d πολὺ πλέον καὶ μᾶλλον τοῦτ’ ἂν εἴποιεν αἱ μετὰ τὸ
ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασι καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι’ οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον ‟ἐν
αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα.”
τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἐνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ.
1 φωνὴν, καὶ τὴν ‟πρὸ ἑωσφόρου γεγέννηκά σε,” μεθ’ ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται,
σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.”
πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με;” καὶ πρόσσχες δὲ ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας τῷ τε παρόντι Ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς.
σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι λέγων ‟κάθου ἐκ δεξιῶν μου·” ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ c λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι’ ὧνφησιν ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.”
τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου·” ὁ δὲ πρόσθεν τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.” οὐκοῦν d καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει.
ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ’ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, τούς τε πρὸς αὐτοῦ κυριευο- 140 μένους λαοὺς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθω- σιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀν- θρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολε- μίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειε τὸν παρόντα χρησμὸν εἰς πρόσωπον
ἀωαφωνηθέντα τοῦ θεσπιζομένου, τὸ “κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”
Ρον ἱερέα αὐτὸν ἐπιφημίςει, πλείονα προτιθεὶς περὶ Αὐτοῦ διδασκαλίαν, δι’ ἦς μόνον αὐτὸν παρὰ τοὺς Πώποτε αἰώνιον ἱερέα εἶναι παιδευει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν.
b διαστολὴν τοῦ κατὰ τὴν Μωςέως δεάταξιν ἱερέως, ἤτοι τοῦ’ Ααρὼν, ἢ καί τινος τῶν ἐξ ἐκείνου, ὦν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς, ὕστερόν ποτε δι’ ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ κριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπε-
τελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπε- τελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπε- τίθετο τὴν ἱερςςύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνε- c σιν· ἀλλὰ οὐδὲ μεθ’ ὁρκωμοςίας θεοῦ ἐπὶ τὴν λει- τουργίαω παρῄει, κρίσει δὲ ἀνθρώπων τιμώμενος, ὡς
καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἶος ἀναγέγραπται ὁ Ἠλεί.
αὐτὸν φέρειν, θύμαςί τε ζῴων ἀλόγων καὶ αἅμασι σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελ- χισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ελλάδα φωνὴν βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλὴμ, ὃ καὶ αὐτὸ ἂν εἴη ‟βασιλεὺς εἰρήνης, ἀπάτωρ, d ἀμήτωρ, ἀγενεαλόγητος, οὐκ ἔχων κατὰ τὴν
ἱστορίαν οὐκ ἀρχὴν ἡμερῶν, οὐ ζωῆς τέλος,” ἀλλ’ οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον.
μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλὰ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει.
οὖν 5 ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι, οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος, ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ ‟σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.” οὐ γὰρ
ἔσῃ, φησὶ, μὴ ὢν πάλαι, ἀλλ’ οὐδ’ ἦσθα μὲν πάλαι, νῦν δὲ οὒ, ἀλλὰ παρὰ τοῦ φήσαντος ‟ἐγώ εἰμι ὁ ὢν” σὺ εἶ καὶ ἱερεὺς εἰς τὸν αἰῶνα διαμένεις.
καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλε τῆς ἱερωσύνης, οὐδὲ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἔθνεσι καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ
ἱερέα φησὶν ἔσεσθαι.
θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἔπειτα οἶ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς
θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, d τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος, καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μώσεως γραφὴ μαρτυρεῖ λέγουσα “καὶ
Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἢν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραάμ.”
εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”
224 ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.”
ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερευς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἄπο τῶν b ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.”
μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἀγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος.” ταῦτα μὲν ὁ ἀπόστολος.
πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.”
ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.”
καὶ κατὰ τὸν ἀπόστολον “ἐπεὶ γὰρ γέγονεν ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο, φησὶν, ὑπερύψωσεν αὐτὸν ὁ θεὸς, d ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας 4 καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ πάντα ὑπέταξε, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ,” κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ Ψαλμοῦ παρίστησι λέγων ‟κάθου ἐκ δεξιῶν
μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.” πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσῳ τῶν ἐχθρῶν καὶ πολεμίων αὐτοῦ τῶν πεπιστευκότων
εἰς αὐτὸν ἀπάντων κατακυριεύει.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.