εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε κύριος Σαβαώθ.”
τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί τε τὴν ἐπισυμβᾰσαν c ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει· ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ
προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἶα θεῷ οἶ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεἵν ἐν αὐτῷ θεὸν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων.
1 Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἶ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται d δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσι νέοι, καὶ ἐν σοὶ προσεύξονται,
ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν ὅου. σὺ γὰρ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ.”
καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. σὺ γὰρ εἷ ὁ θεὸς καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἱσραὴλ σωτήρ.”
εἶχε τὸ Ἑβραικὸν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησὶ ‟ θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σώζων,”
θεὸν αὐτὸν μόνον ὡς ἐν γεννητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγέννητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ‟ ἐν τούτῳ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον) εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος b κατοικῆσαι.”
ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν σου. 2 ἀντὶ δὲ τοῦ “πλήν σου” ‟πλὴν αὐτοῦ” ὁ Θεοδοτίων πεποίηκεν, ἔν ᾖ ‟οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ, δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ δι’ ὃν καὶ σὺ τυγχάνεις ὢν θεός.” κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει ‘πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοὶ, θεὸς ἄρα ἰσχυρὸς καὶ
ἀποκρυπτόμενος, θεὸς σώζων.” κατὰ δὲ τὸν Σύμμαχον c “μόνον ἐν σοὶ θεὸς, καὶ οὐκ ἔστιν ἔτι οὐδ’ ὑπάρχει θεὸς, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σώζων.”
σοὶ, φησὶν, ἐστὶ θεὸς, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ’ ἑαυτὸν, οὔτε ὑφεστὼς
143 δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρὸς, οὔτ’ ἄνευ d τοῦ πατρὸς θεολογούμενος, ἀλλ’ ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν θεοποιούμενος,
τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ
ἐξ ἑαυτοῦ, παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς.
καὶ τὴν ὁμοίωσιν φέρει, τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ εἶς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἶς δ’ ὁ κατ’ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ
ὀνομαζόμενος καὶ τιμώμενος) οὕτω δῆτα καὶ ὁ μονογενὴς 227 υἱὸς, εἰκὼν ὢν μόνος τοῦ θεοῖ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὑ φέρει ὁμοίωσιν εἰκών τε ἀνηγόρευται τοῦ ἀοράτου θεοῦ θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρὸς, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν, ἀλλ’ οὐκ ἐπίκτητον
τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.
ἀνευφημεῖται, ἀλλὰ οὐχ ὁ πρῶτος θεὸς, πρῶτος δὲ b τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός.
τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην.
οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως c περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωγράφου τε καὶ ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι,
ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας, εἰληφότα τε, ἀλλ’ οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα.
λαβόντα, τὸν δὲ τῶν δευτερείων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ’ ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης, ἑνός τε ὄντος θεοῦ του καθ’ ἑαυτὸν ἀνάρχως καὶ ἀγεννήτως ὄντος, διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι’ ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου.
τὸν δηλούμενον ἀλλ’ ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα. “ἐν σοὶ γὰρ, φησὶ, προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος 228 θεὸς εἶ, ἐπεὶ ἐν σοὶ ὁ θεὸς, καὶ οὐκ ἔστιν ἔτι
πλὴν αὐτοῦ.”
Σεβωείμ·” δι’ ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάντα ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ.
144 πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν b ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι’ αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθιστᾶσα.
δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν.
3 βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι, καὶ προσκυνήσουσιν αὐτῷ. ” δῆλον ἐκ τῆς συμφράσεως c ὅτι καὶ τῷ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ προσκυνησουσιν.
χρόνῳ τὴν σύμπασαν γῆν πληρώσειν τῆς αὐτοῦ διδασκαλίας θεσπίζει.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.