αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ Χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο
τοῦ θεοῦ.
ἐνετείλατο, καὶ ἐκτίσθησαν.”
c τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ’ αὐτὸν ἐφοβήθη τὸν κύριον Ἰησοῦν,
ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.”
οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ’ ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ’ d οὖν ‟αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πάσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε
αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, ὅτι αὐτὸς εἷπε, καὶ ἐγενήθησαν, 145 αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.”
2 ξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος, ὁ ποικίλως διὰ τῆς παρούσης ρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος, καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἀπάντων δημιουργικούς τε καὶ ποιητικοὺς λόγους ὁ
παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς; 230
τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ’ ἡμίν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀιδίου καὶ ἀσωμάτου φύσεως πάντη
κατὰ πάντα τοῦ καθ’ ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ’ ἂν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως b ὁμωνυμίᾳ,
καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ’ ἑαυτὸν δίχα ψυχῆς εἷναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτοκίνησίς τε καὶ
ἐνέργεια διανοίας τυγχάνων.
ἀγεννήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γεννητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων μένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.