τὸν οὐρανόν. καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλε ταῦτα. κύριος ἀγαπῶν σε ἐποίησε τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ἆραι σπέρμα Χαλδαίων. ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα. ἤγαγον αὐτὸν,
καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με, καὶ ἀκούσατε ταῦτα. οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῆ λελάληκα. ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην. καὶ νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.
εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος, ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν.
τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·” ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων ‟νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ d τὸ πνεῦμα αὐτοῦ.’
ἐστερεώθησαν·’ κατὰ τὴν ἀπὸ τοῦ Ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ κύριος θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὑτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ’
αὐτοῦ ὀνόματι.
παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἶα γνήσιος υἱὸς καὶ μονογενὴς, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι κύριος.
οἶδε πατέρα καὶ θεὸν τῶν ὅλων ἑτέρω κοινολογούμενον ἐπὶ τῇ τοῦ ἀνθρώπου δημιουργίᾳ· τὸν θεῖον δὲ λόγον τοῦτον εἶναι προμεμαθήκαμεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.