κατὰ τὸν τόπον κοινοῖς ῥήμασιν οἷς ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως ἐκ μέρους τὸ b πᾶν δηλοῦντος ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας δυνάμεις, ὧν πάντων πρωτότοκος Σοφία
καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι ‟Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.” κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ
μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε . . . . .
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.