πονηρῶν. μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς·
1 ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν· πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. 134 ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιο- 212 συνῆς ἀναστρέφομαι ^ ἔνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγα- θῶν ’ ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα,
μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶ- νος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποι- ῆσαι καὶ πρὸ τοῦ τἀς ἀβύσσους ποιήσαι.
σθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος b ἐποίησεν χώρας ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν ’ ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπα- ρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς
ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἐν τῷ τιθέ- ’ναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ ’ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα ’ ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν c
προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ots ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.”
εἰκὼν, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱὸς πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρή- σεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόν- τος ἀξιώματί τε καὶ προσηγορίᾳ τετίμηται, λόγον θεοῦ αὐτὸν καὶ φῶς, καὶ ζωὴν καὶ ἀλήθειαν καὶ d ἐπὶ πάσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν προσαγορεύειν μεμαθήκαμεν
καὶ καθ’ αὑτὴν ὑφεστῶσα, δι’ τοῦ σοφωτάτου Σολομῶνος διεξέρχεται ‟ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην,” καὶ τὰ τούτοις ἐπαγόμενα λέγων.
ἐπιφέρει δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται.” εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος ἐπάγει λέγων ‘‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ
213 με’ δι’ ὧν ὁμοῦ καὶ γεννητὸν ἑαυτὸν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγεννήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπον τῶν γεννητῶν ἁπάντων προβεβλημένον.
εἰκὼν τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται b κτίσεως κατὰ τὸ ‟κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.’ νοοῖτο δ’ ἂν εἰκότως εἰκὼν
τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνων.
2 ρεύομεν τὸν αὐτὸν ὄντα τῇ δηλουμένη σοφίᾳ. ὅπως δὲ γέννημα θεοῦ αὐτὸν εἶναι φαμὲν ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν, ἢ διαίρεσιν, ἢ μείωσιν, ἢ τομὴν, ἢ κατά τι
ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν. c
παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ’ ἡμῖν τῶν ζῴων γενέσεις οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστὴν ἐκ τοῦ κατρὸς προεληλυθέναι τὸν υἱὸν φάναι ὅσιον.
οὐκ ἐκτεινόμενον, οὐ μειούμενον, οὐ συστελλόμενον, d οὐ μείζον’, οὐ χεῖρον, οὐ κρεῖττον αὑτοῦ γινόμενον, οὐκ ἔχον ὲν ἑαυτῷ ἕτερον τι αὐτοῦ, ἔνα καὶ πρόηται τοῦτο.
ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῆ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὣν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβὸν, ὡς ἂν τοῦ μέρους
ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν.
ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἢν ὁ υἱὸς ἀγέννητος ἐν τῷ πατρὶ, μέρος ὢν αὐτοῦ, ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονε· τροπῇ yἀρ ἤδη τοῦτο οἰκεῖον. Καὶ δύο γ’ἄν οὕτως ἀγέννητα Εἶεν, τὸ προβεβληκὸς καὶ τὸ πρπβεβλημένον. Καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς b τῆς κατὰ τὴν προβολήν διαστάσεως;; οὔκουν ὡς Μέρος ἤ μέλος ἀγεννήτως ἡνωμένον ἀεὶ πρότερον,
ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἶόν τε ἐινοεῖν.
Πάλιντὸ “τὴν γενεσιν αὐτοῦ τίς διηγήσεται;ἀνφθέγξαιτο ἄν.
με,”
γεγεννημένον ὁμολογεῖν.
3 καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,” κατὰ τὸν ἱερὸν ἀπόστολον, πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατωνόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοι μονογενοῦς
τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν, ἢ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; εἰ δέ τις τούτου περαιτέρω χωρῶν 215 τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασι, τάχα ἂν εἴποι
τῆς τοῦ πατρὸς ἀγεννήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας, ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν, τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι, καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ
τῷ φωτὶ τὴν αὐγὴν, ἀλλ’ οὐ τοῖς ὑποδείγμασι κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται. b
τῷ φωτὶ, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ’ ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκε, καὶ οὐκ ἀγεννήτως συνυπάρχει τῷ πατρὶ, ἀλλ’ ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος, ἥ c
τε εὐωδία ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου, καὶ οὐ καθ’ ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει.
ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγεννήτου κατά τι πάθος ἤ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκε τῷ πατρὶ, ἐπεὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ γεννητὸς, καὶ ὁ μὲν πατὴρ, ὁ δὲ υἱός. προυπάρχειν δὲ καὶ προυφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν ἂν ὁμολογήσειεν.
καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ’ οὐχ οἵα τις πάλιν ἡ παρ’ ἡμῖν εἰκὼν, ἕτερον μὲν ἔχουσα τὸ κατ’ οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ’ ὅλον αὐτὸ εἶδος ὢν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος, οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ πατρὸς
εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλογίστως.
λόγια παιδεύει.
ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα, σώματά τε καὶ ἀσώματα, λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται μετουσίας, καὶ τῆς τοῦ θείου b λόγου μετείληφε κοινωνίας.
μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ
4 κύριον καὶ μόνον ἀληθῶς ἀγαθὸν, ἀγαθοῦ γεννητικὸν, δευτερεύοντος δὲ, καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται c
δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ ῾ ἀτμίς ἐστι τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς, καὶ ἀπαύγασμα φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.”
ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον, d ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν ‟οὐδεὶς ἔγνω
φησὶ) τὸν πατέρα εἰ μὴ ὁ υἱός.”
λέξεσι τῆς Σοφίας ἀκουστέον λεγούσης ‟πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.”
κατὰ τὸν τόπον κοινοῖς ῥήμασιν οἷς ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως ἐκ μέρους τὸ b πᾶν δηλοῦντος ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας δυνάμεις, ὧν πάντων πρωτότοκος Σοφία
καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι ‟Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.” κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ
μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε . . . . .
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.