καὶ ἐπέκεινα· καθ’ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ b θεοῦ υἱὸν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοερὰν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γεννητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγεννήτου φύσεως
νοερὰν εἰκόνα·) ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος, καθ’ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικὸν, καθ’ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, αὐτὸν δὴ ἐκεῖνον τὸν
βοώμενον ἐθνάρχην θεοφιλέσιν,
εἰ δὴ ἐν πρώτοις κατὰ τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν, καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιὰς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον δὲ προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ’ Ἑβραίοις d
τῶν προφητῶν θεοληψίας, παρ’ ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα.
ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν 203 εἶναι τὸ διαφέρον τῶν παρ’ Ἑβραίοις προφητῶν πρὸ τὰ τῶν λοιπῶν ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν, οὕτω καὶ τοῖς ἄλλοις ἔθνεσι διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι.
γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀπάντων ἀνθρώπων· καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ’ ἐξ ἴσου προνοεῖν, ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ’ οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων
b χορηγίας, σωμάτων τε τοῖς πάσι κατασκευὴν ὁμοίαν, ἔνα τε γενέσεως τοῖς πᾶσι τρόπον καὶ φύσιν λογικῆς ψυχῆς μίαν.
δὲ διὰ χρηστηρίων, τοῖς δὲ διὰ ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι’ ὀνειροπομπείας, ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς
Ἑβραίων προφήτας.
ἢ τοῖς οἰωνοῖς, ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀκεῖνα τοῖς χρωμένοις ἐπ’ ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀποδείξεσι καὶ αὐτῶν Ἑλλήπων ὁμολογίαις ἤδη πρότερον δαίμονας
αὐτοὺς εἶναι καὶ οὐδ’ ἀγαθοὺς, πάσης δὲ βλάβης d καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ εἶναι προφήται; φαύλους δὲ αὐτοὺς ὁ λόγος ἐφώρασε διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωποθυσίας, ἔκ τε ὧν ἠπάτων
τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι’ ἧς τοὺς πρόσφυγας πλείστοις πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέγχθησαν.
μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις 204 ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν, ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ καθ’ ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν.
διδασκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν, καὶ δαιμόνων θάνατοι μυημονεύονται. b πάντα δὲ οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι’ ὧν πονηροὶ δαίμονες ὄντες οἱ περὶ ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς
ἀπηλέγχθησαν.
ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρωτῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν, φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων.
φυγὰς κατασφάττειν τὰ ἑαυτῶν φίλτατα, ὡσπερεί d τινα ἄλλα θρέμματα, παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες·
ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ’ οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά
τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας.
ὑπὸ θεῶν νομοθετούμενοι.
νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων, καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα;
ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθὸν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν,
εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι, πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας, τοὺς θαυμαστοὺς αὐτῶν c χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας,
ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι;
παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν d διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ
σοφίαν ἐκδιδασκόντων, τί ποτ’ ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δὲ ἀπ’ ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ’ εἰ μὴ προσεῖχον αὐτοῖς οἶ πολλοὶ τῶν
ἀνθρώπων, τοὺς εὐσεβεῖς δ’ οὖν καὶ θεοῖς προδιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι.
μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι ’ καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἔπη βόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου ’ μᾶλλον δὲ, εἰ χρὴ φά- b ’ναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι ’ οἱ δὴ περὶ σφῶν αὐτῶν
μοιχείας καὶ ἀρρενομιξίας, μητρογαμίας τε καὶ ἀδελ- φῶν ἐκθέσμους κοινωνίας ^ καὶ μυρίας ἄλλας θεομα- Χίας, ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς, ἀν- θρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασι, μυστη- ρίων τε ἐν ἀπορρήτοις τελεταῖς λεγόντων ἀκροώμε-
νοὶ, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ’ ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρ- c μόζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται.
θρωπον καὶ ὡς ἀληθῶς μιαρὸν τῶν δηλουμένων συν- ορᾶν; λέγω δὲ ἐκ τῆς ἀνθρωποθυσίας.
Προπαρασκευῆς ἐξ αὐτῶν τῶν Ἑλληνικῶν φιλοσόφων d τε καὶ συγγραφέων μεμαρτυρημένα, ἐξ ὧν καὶ μά- Λίστα δαίμονες ὄντες πονηροὶ πολυπλόκοις μηχαναῖς, τοτὲ μὲν ταῖς διὰ μαντειῶν, τοτὲ δὲ ταῖς δι’ οἰωνῶν ἢ συμβόλων ἢ θυμάτων ἢ τῶν παραπλησίων, τὸ ἁν-
θρώπειον διαστρέφοντες γένος δείκνυνται.
ὅσων ἀγαθῶν τῷ βίῳ παραίτιος κατέστη· πρῶτον 207 μὲν δογμάτων εὐαγγελικῶν καὶ ἀληθῶν περὶ τοῦ ποι- ᾐτοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων θεοῦ, περί τε τοῦ δευτέρου αἰτίου τῶν μετ’ αὐτὸν λογικῶν καὶ νοερῶν οὐσιῶν, περί τε κοσμογονίας καὶ ἀνθρωπογονίας γραφὴν ἱερὰν ἐξέδωκεν, ἔτι τε τῶν θεοσεβῶν ἱστορίας
τῶν πάλαι θεοφιλῶν Ἑβραίων, ὥσπερ τινὰς ἀρετῶν εἰκόνας ὑποτυπωσάμενος, εἰς ζῆλον τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ὑπηκόους ἀνεκίνησε, καὶ νομοθεσίας ἐνθέου καὶ καταλλήλου τοῖς τότε χρωμένοις φωτὸς b ἀπήρξατο λόγων, καὶ θρησκείας θεοσεβοῦς πέφηνεν
εἰσαγωγεὺς, καὶ ἐπὶ πᾶσι τῶν μακροῖς ὕστερον χρόνοις ἔσεσθαι μελλόντων τὰς προρρήσεις ἀναπεφώνηκεν, ὡς μικρὸν ὕστερον μνημονευθήσεται.
ἐζητεῖτο, καὶ τοῦτο προύλεγον τοῖς ἐρωτῶσι, τὸ δὲ κεφάλαιον τῆς προφητείας αὐτοῖς ἐπὶ μεγάλοις συνετελεῖτο. c
ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου πνεύματος ἐν αὐτοῖς ἔλλαμψις μεγίστην ὑπόθεσιν περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα, οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόρρησιν ἐπαγγελλομένη, οὐδὲ περί τινος ἀπολωλότος,
οὐδ’ ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, d ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ. ἀλλ’ ἢν μὲν, ὡς ἔφην, ὅτε καὶ ταῦτα προύλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον, ἀλλὰ κατὰ ἀκολουθίαν
τῆς τῶν κρειττόνων καταλήψεως· τὰ δέ γε πρωτοτύπως αἴτια τῆς ἐν τῷ προφητεύειν αὐτοὺς θεοληψίας μείζονα τὴν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περι- εἶχεν·
θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης 208 δὲ πολυθέου πλάνης ἀποτροπὴν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας μνήμην, προρρήσεις τε καὶ ἀναφωνήσεις κατὰ τὸν ἐκείνων βίον ὑστέροις ποτὲ χρόνοις
μελλόντων βιώσεσθαι, δι’ ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου κυρίου καὶ θεοῦ μετὰ τὸν ἀνωτάτω πατέρα καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας, καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι’
b οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Εβραίων τρόπον παραδοθήσεσθαι.
ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς φορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων, καὶ τῶν μετὰ ταῦτα
τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε c κατὰ τούτ’ ὢν ἔλεγχον διὰ μακρῶν ἐκφᾶναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι’ αὐτοῦ τῆς παλαιὰς Ἑβραίων θεοσεβείας εἰς πάντα
τὰ ἔθνη μετάδοσιν προκηρῦξαι.
κάτοχοι πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ
τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πάσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες
μόνῳ προσανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν 209 ἐν ἀνθρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων καὶ διδάσκαλον
βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησάμενον.
σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ’ αὐτοῦ οἶα νεκρὸν b ἐξήπλου τοῦ κατὰ φύσιν λογισμοῦ παρευηνεγμένον, οὐδ’ ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι’ αὐτοῦ, παντελῶς δ’ ἀναίσθητον καὶ παράφρονα,
παρ’ ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασι τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι.
πάντων μάλιστα καὶ συγκρίνειν τὰ θεσπιζόμενα.
γνῶσιν.
τὸ θεῖον ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνοὺς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν
τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γάλων καί τινων ἄλλων τοιουτοτρόπων, δι’ ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἶ θαυμάσιοι τὸν ἐπὶ πάντων 210 θεὸν ἐκφαίνειν ὑπειλήφασι.
πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ’ οὐδ’ έν λογικοῖς ἅπασιν, εἰ μή ποτε * * ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἴους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας· οὓς τοῦ
θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων.
πάλαι αὐτοῖς πλησιάζουσι παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἷ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τόν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφήτων οἰκείων.
τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. c ὥρα δὴ οὖν αὐτοῖς, οἵα δὴ ἐνθέοις ἀνδράσι καὶ σοφοῖς οὐ κατ’ ἄνθρωπον γενομένοις, κατ’ ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσι, παιδεύεσθαί τε τὰ παρ’ αὐτοῖς δόγματα καὶ
τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ’ ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγονται· φέρ’ οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ
θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα.
καλεῖ δ’ αὐτὸν καὶ φῶς νοερὸν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν.
κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν 1 τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι’ αὐτοῦ συνέστηκε.” κεκληται καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία. αὐτὰ δὴ οὖν
211 ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη.
διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασι, τοῦ δυσθεωρήτου χάριν ἑβδομήκοντα δ’ οὖν ἄνδρες b ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἶς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ
τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον.
τούτων ἡμῖν πεπροοιμιασμένων καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψόμεθα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.