ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γὰρ ‟ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μώσης κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασε Μώσης τὸν Ναυσὴν υἱὸν Ναυῆ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς.”
τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ c προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ’ αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας εἰσάγει τὸν Ἀβραὰμ ἔπαθλον ἐπ’ ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς
Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τι ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός.
μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεως τε καὶ d φύσεως θειότερα ἢ κατ’ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβὼν, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὑτοῦ
διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀν·όματι κεχρημένον μεταβαλὼν, Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἑπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες.
προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον πνεῦμα καλεῖ· οὐκ ἄλλως αὐτὸν καθηγεῖσθαι τοῦ παντὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελιυτὴν, * * τῆς πρὸς αὐτοῦ τεθείσης νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης, καὶ 196 αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα
ἕτερον ἢ μόνον Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν.
ταύταις ὡς ἂν βασιλικοῖς διαδήμασι τοὺς παρ’ αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν, δυ- σὶν ἄρχουσι καὶ ἡγεμόσι τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας b κατ’ ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστὸν, τῷ
δὲ Ναυσῇ, ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ, τὸν Ἰησοῦν ἀπονείμας.
εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε. τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ.’
τον άγγελο ν μου προ προσώπου Οου, ος κατασκευ- άζει την όδόν οου έμπροσθέν σου.”
τἠν πάλαι ἐπικρατἠσασαν τῶν ἀνθρωπείων ψυκῶν αἰχμαλωσίαν.
Καὶ εἶπε κύριος πρὸς τὸν διάβολον, ἐπῖτιμήσαι κύριος ἐν δοὶ, διάβολε, καὶ ἐπιπιμήσαι κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; Καὶ ἦν Ἰησοῦς ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ εἱστήκει πρὸ προσώπου
b ἀγγέλου κυρίου, καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς τοὺς ἑστηκότας, πρὸ προσώπου, λέγων, ἀφέλετε τὰ ἱδοὺ ἀφῂρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλήν
αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.”
τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως
τοῦ μεγάλου. καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν d οἶκον κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ. καὶ ἔσται
ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.”
Ἰησοῦ τοῦ Χριστοῦ, τῇ τε αὐτοῦ προσηγορίᾳ τιμηθεὶς καὶ τῆς ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας τοῦ λαοῦ καθηγησάμενος.
καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τε πάντας τοὺς πενθοῦντας, καὶ δοθῆναι τοῖς πενθοῦσι Σιῶν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης. ἔχεις τοιγαροῦν ἤδη δύο μεγάλους ἀρχιερεῖς, τὸν μὲν παρὰ Μωσεῖ 198 Χριστὸν, τὸν δὲ μετὰ χεῖρας Ἰησοῦν, τὰ σύμβολα τῆς
περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν 3 ἀληθείας δι’ αὑτῶν ἐπενηνεγμένους.
126 ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας πάντας ἡμᾶς τοὺς b ἐξ ἐθνῶν ἐλυτρώσατο·
διεληλυθότα τοὺς οὐρανοὺς, δι’ οὗ καὶ αὐτοὶ ὥσπερ ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεως τε καὶ αἰχμαλωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανό- πολιν, τὴν ἀληθῶς Ἱερουσαλὴμ, σπεύδειν ἐδιδάχθημεν.
c ἑαυτοῦ φέρων Ἰησοῦς καὶ ῥυπαρὰ ἱμάτια περιεβέβλητο, καὶ ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ ἑστὼς καὶ ἀντικείμενος αὐτῷ λέγεται, ἐπεὶ καὶ ὁ ἀληθῶς σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς εἰς τὴν ἡμετέραν καταβὰς αἰχμαλωσίαν τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν, καὶ τὸν
ἀνθρώπειον ῥύπον ἀνεμάξατο, τά τε κατὰ τὸ πάθος αἴσχη διὰ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν ὑπέμεινεν.
αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν.’ ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
4 αὐτοῦ γράφων φησὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἔνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ.” καὶ “Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας του νόμου, γενόμενος ὕπερ ἤμων κατάρα.”
ταῦτα δὴ οὑν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι’ ὧν φησιν‘‘ καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά.”
πατρικῆς θεότητος στεφανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται· οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ
τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ τῇ καθ’ ὅλης τῆς οἰκουμένης ὑπ’ αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας ἐπιστρατεύσας, ὅτε παρῆν ἡμὰς ἐκ τῆς ὑπ’ αὐτὸν b αἰχμαλωσίας ῥυόμενος.
πρότερον καὶ δεύτερον, ὅτε κατὰ τὸ πάθος τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσατο.
αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον “ἰδοὺ ἀνὴρ, c ἀνατολὴ ὄνομα αὐτῷ. καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου. καὶ αὐτὸς
λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ 5 Θρόνου αὐτοῦ.”
d τότε παρόντι Ἰησοῦ λέλεκται “ἂκουε δὴ Ἰησοῦ, ὁ ἰερεὺς ὁ μέγας, σὺ καὶ οἱ πληςίον σου, διότι ἂνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἂγω τὸν δοῦλόν μου ἀνατολήν.” Εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἣξειν Μαξομένου, εἰκὼν ἂρα τοῦ μέλλοντος ἣξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς, ἀλλα καὶ 127 ἀνατολὴ προσαγορευόμενος, εἲ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ “ἱδοὺ ἀνὴρ, ἀνατολὴ ὂνομα αὐτῷ” ἐλέγετο.
Σωτῆρος προσηγορίας ἠξίωτο, ὣσπερ οὖν καὶ ἀνατολῆς, ἐπειδὴ σωτήριον θεοῦ εἰς τὴν Ἑλλάδα φωνὴν 200 γὰρ παρ’ Ἐβραίοις σωτηρία, υἱὸς δὲ Ναυῆ παρὰ τοῖς Αὐτοῖς Ἰωσουὲ ὀνομάζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία,
Τοῦτ ἒστι θεοῦ σωτήριον. Εἰκότως εἲ που Θεοῦ σωήριον ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνόμασται, Οὐδ’ ἂλλο τι ἢ τὸν Ἰγσοῦν κατὰ τὴν Ἑβραίων Φωνὴν πέπεισο δηλοῦσθαι.
ἐπὶ τοσοῦτον εἰρημένων ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες ἐπὶ τὰς ἐντελεςέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβηςόμεθα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.