προεκηρύττετο.
δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου. κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ
πέρατα τῆς γῆς.”
τὴν δι’ αὐτοῦ γενομένην κλῆσιν προκηρύττει ’ ἅπερ διαρρήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις. εἰσέτι γοῦν νῦν ἔθνη καὶ λαοὶ βασιλεῖς τε καὶ ἄρχοντες οὔπω παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκα-
λίας αὐτοῦ συσκευῆς.
αὐτοῦ. ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες.
εἰ δὲ ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους b ἀναφέροιεν τὸν χρησμὸν, καὶ οὕτω δεικτέον ὡς οὔτε Δαβὶδ οὔθ’ ἕτερός τις τῶν πώποτε παρ’ Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ’ υἱὸς χρηματίσας
τοῦ θεοῦ οὔθ’ ὑπὸ τοῦ θεοῦ γεγενημένος, κατὰ τὸν ἐν τῷ Ψαλμῷ θεσπιζόμενον, οὐδ’ ἄρξας πάντων τῶν ἐθνῶν καὶ βασιλέων, ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος· εἰ δ’ οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δ’ ἔργοις συνίσταται ταῦτα πάντα, καὶ πάλαι μὲν
ὑπομείνας, καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων c καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες
συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοὐ Χριστοῦ αὐτοῦ·’ μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ Ψαλμοῦ δι’ ὧν εἴρηται ‟ κύροις εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη
τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα γῆς.”
τοῦ ‘κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν 117 γεννᾷ με.” τό τε ἐν ’ρθ’ Ψαλμῷ πρὸς τοῦ πατρὸς
αὐτῷ προσπεφωνημένον κατὰ τὸ ‟ ἐκ γαστρὸς πρὸ 184 ἑωσφόρου γεγέννηκά σε.”
αἶ ἱεραὶ γραφαὶ, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ’ αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ’ αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς.
Χριστὸς ὀιομαστὶ τῶν αἰτημάτων ἁπάντων παρὰ τοῦ πατρὸς τυγχάνων.
συνεύχεσθαι, οἷα δὴ τοὺς καθ’ ἡμῶν πολέμους, εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους, ἀμυνομένῳ. διὸ καί φαμεν ἡμεῖς πρὸς αὐτὸν ἀπὸ τοῦ Ψαλμοῦ οὕτως ἔχοντα ‟ ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψτώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι
σοι βοήθειαν ἑ ’ξ ἁγίου, καὶ ἐκ Σιῶν ἀντιλάβοιτό σου.”
ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκε τῷ θεῷ καὶ πατρὶ, διὰ τοῦτό φαμεν αὐτῷ ‘μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.”
ἐπιφωνοῦμεν αὐτῷ ‟ δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου” λέγοντες ‟ καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.”
νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι’ 185 ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμὲν ‟ καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ,” 2 μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες.
κεκτημένος.
ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῆ̣ τοῦ Ψαλμοῦ φησι ‟ πρὸς πρὸς σὲ, κύριε, ἐκέκραξα· ὁ θεός μου μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.” c
θεσ·πίζει λέγων εὐλογητὸς κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου· κύριος βοηθός μου καὶ 118 ὑπερασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. ἐφ’ οἶς τὸ
θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστίν,”
γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ πατρὸς ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντός τοῦ ἰδίου Χριστοῦ.
3
οἶ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωὴν, ἔπειτα τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν ‟ καὶ εἲδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν
τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς b φέρειν μαλακίαν, ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη.”
τὸ πρόσωπον τοῦ Χριστοῦ τὸ δι’ ἡμὰς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεω τε ἡμῖν γενέσθαι δι’ αὐτὸν, ἐπεὶ τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται.” ταῦτα δ’ ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης
ἰδεῖν τοῦ Χριστοῦ, καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσαθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυριαν c οὖσαν καὶ κυριακὴν κρείττονα εἶναί φασι μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ 4 Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν, ἀλλ’ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν, ἀλλ’ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου
λέλεκται.
τῆς ἐν τοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν· εἰ μὴ τὰς τῶν Ἰουδαίων συναγωγὰς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, πολὺ βελτίους εἶναι ἢ τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος
ἀποφαίνεται.
ὀνειδιξόμενος.
τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὐ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.”
5 τευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον Ψαλμὸν b βασανίζοντες παραστήσομεν ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα.
ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ τὸ ἀντάλλαγμα, δηλονότι τὴν ἐκκλησίαν, ὠνείδισάν τε καὶ καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγόμενοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν
σταυρὸν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν.
τὸ ἁγίασμα τοῦ πατρὸς ἀνανεῶν.
Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”
λύχνον φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν, ὡς εἰκὸς, λόγον, τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσι καθ’ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν.
εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ” ἀποκαλύπτει τὸ
θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον. διὸ ἐπιφέρει λέγων
πόδες αὐτοῦ.” εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει ‟ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου,”
ὡς δι’ ὀστρακίνου σκεύους ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ c λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρωπους.
βάνω ἐφ’ ὑμὰς, θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ- οὐκέτι προσθήσει τοῦ ἀναστῆναι. παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐ- τὴν.”
λῶν εἰς ἀνθρώπους ὁ θεὸς στερεοῦν βροντὴν καὶ κτί- κτίζειν πνεῦμα λέγεIαι, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ
σαφῶς ἐπὶ τι) τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρω- πεπλήρωταί, ἐφ’ ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς παραδ εξαμἐ- νοῖς τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον.
ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυ τίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν
ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πε- σόντος αὐτῶν οἴκου τοῦ ἐν Ἰερουσαλὴμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ’ ἂν ἀνα- ἀναστησομένων tS μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. b οὐκ ἔστι γοῦν, φησὶν, ὁ ἀνιστῶν αὐτήν.
γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστη τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας δι’ ὣν ἀποκλαυ- σάμενος μονονουχὶ ἀπελογήσατο εἰπὼν ‘‘Ἱερουσαλὴμ Ἰερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ
ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.”
Χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.”
ὅλων θεὸν, εἰκότως παρεθέμεθα τὴν λέξιν σαφῶς τῷ προβλήματι παρισταμένην.
μου μὴ πονηρεύεσθε,” οἴ τε εἰς αὐτὸν πεπιστευκότες, καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγε- νεσίας χρίσματος κατηξιωμένοι, καὶ οἶ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ ‟ μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν.”
8
ἐν ταῖς διαφθοραῖς αὐτῶν οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ, ζησόμεθα ἐν τοῖς ἒθνεσιν.”
τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἐν τῷ Ἰσραὴλ, ἐθέσπιζον. τὸν b Χριστὸν πάλιν ὀνομαστὶ, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστὸν 121 παρ’ οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον ἐν ταῖς διαφθοραῖς αὐτῶν.
ἐπιβουλευόντων αὐτῶ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ
εἰκὸς τοὺς ἐκ περιτομῆς ἀποσφάλλεσθαι τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως c ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου·
καὶ βασιλέα, καὶ πάλιν οὐκ ἔχοντα εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ, καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον ἀπό τε τῶν ἀνομιῶν αὐτῶν 9 d εἰς θάνατον παραδιδόμενον.
δ’ ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν.
οὖν καὶ ἡ παροῦσα, δι’ ἧς εἴρηται “οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι.”
αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ.”
b αὐτοῦ, καὶ τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. ἐξῆς δὲ τούτοις αὐτὸς ὁ κύριος δώσειν ἰσχὺν λέγεται τοῖς βασιλεῦσιν ἡμῶν. οὗτοι δ’ ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζ΄ Ψαλμῷ τὸ ‘‘κύριος δώσει
ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”
τὸ κέρας αὐτοὐ.”
ἱερέα πιστὸν, ὃς πάντα τὰ έν τῇ καρδίᾳ μου καὶ τὰ 122 ἐν τῇ ψυχῇ μου ποιήσει, καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον Χριστοῦ μου πάσας τὰς ἡμέρας.”
λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν διελεύσεσθαι ἐνώπιον Χριστοῦ αὐτοῦ, ἢ ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος,
ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ Χριστοῦ αὐτοῦ.
καὶ τράγων κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων b μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας ὁμολογουμένων.
τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ’ αὐτὸν θεότητος, ἣν ἐν τῷ μδ΄ Ψαλμῷ ἐπιγεγραμμένῳ “ὑπὲρ τοῦ ἀγαπητοῦ” φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα μεθ’
c ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς
μετόχους σου.”
ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύπους, d τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως.
12 καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν καὶ ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησε ‟ πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·
εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.”
προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ. ὁ δὲ διὰ 193 τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται.
λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα.
αὐτῷ, ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”
τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ ‟ ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει” δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ c θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, οὗ μετὰ τῆς ἂλλης
σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα δια- 13 γράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν.
d τῶν μελλόντων ἀγαθῶν.” καὶ πάλιν ‘μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.”
νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσωζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ Χριστὸν αὐτὸν ἐπωνομάσθαι, εἰς ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς χριστοῦ·
τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ’ ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει ‘‘κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” καὶ ‟ κατακυρίευε κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”
ἑωσφόρου ἐγέννησά σε.” καὶ ‟ ὢμοσε κίριος, καὶ οὐ 194 μεταμεληθήσεται. σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” δι’ ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται.
Χριστὸς, οἶον ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς b κατὰ Μωσέα χρίσεως, οὐδ’ ἐλαίου σκευαστοῦ καὶ
14 γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησε, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος.
ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μώσεως γραφῆς· καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶ καὶ ταῖς δι’ αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ. Μώσεως αὐτὸν κεχρικότος.
ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι’ ὅλου c καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος μηδ’ ὁτιοῦν παραλλάττων Χριστὸς, ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ’ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι’ ὕλης τῆς ἐν ἀνθρώποις, ἀλλὰ πρὸς τοῦ
ἐπὶ πάντων θεοῦ τῆ ἀγενεῖ θεότητι κεχρισμένος.
ὄνομά σου.
τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων, τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστὶν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον.
Χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖόν δὲ 15 124 τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος Χριστὸς 195 ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.