ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι’ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος.
ἐκ τῶν παρ’ Ἑβραίοις παραστήσεται προφητικῶν c λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας
αὐτοῦ διελθεῖν, καθ’ ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι’ ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο.
προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι d περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγοίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τόν κατὰ τὸν τόπον ζητουμένων.
ἀρξάμενος εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν
τοῖς φιλαγάθοις τὸ εὐῶδες.
μὴ μόνον ἀρχιερεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς b τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ.
οὐδένατρόπον ἑτἐραντῆς ἑτέρας προυτίμησεν, τὰ πάντ εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης οὔποτε ἑστώσης, οὐδέ τι c βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ’ αὐτὸ καθ’ αὑτὸ προύκρινεν
ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ’ ἂν εἲη τὸ πάθος ψυχῆς.
δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἷ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν d ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν 110 ἐπαγόμενοι τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ
τέθεινται λόγῳ
οἵοις τε μανθάνειν παρεδίδου.
1 χρῖσιν ἐνομοθέτει.
αἴτιον, πᾶσι δὲ σὺν τῷ εἷναι καὶ τὸ εὑ εἶναι δεδωρημένον, ἕν τοῦθ’ ὁ παρ’ Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἀπάντων δημιουργὸν θεόν.
καλοῦ χορηγὸν τῆς ἀνωτάτω καὶ ἀγεννήτου θεότητος δύναμιν τὸ θεῖον πνεῦμα οἰκείῳ καὶ προσφυεῖ σθμβαλὸν παραδείγματι ἔλαιον θεοῦ προσαγορεύει· διόπερ Χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ. b
μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ’ ὃ ὁ καρπος του φυτοῦ παρίστησι, τὸ πάσης ἀμιγὲς ὑγρὰς ὅλης, φωτὸς αὐξητικὸν, πόνων θεραπευτικὸν, καμάτων ἀπαλλακτικὸν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιὸν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς,
διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφὴ ‟ τοῦ πρόσωπον ἐν ἐλαίῳ.”
μόνον ὅλῳ τούτῳ χρισθέντα, καὶ τῆς θεικῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, Χριστὸν καὶ ἠλειμμένον ὢ ἀπεκάλεσε. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦ- 2 τον τὸν ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον d ὧδε λόγιον ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδι κίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον
ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”
καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἀπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται, καθ’ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταὐτῷ περιληπτικὴ τυγζάνει, οἷον ποιητικῆς ἢ βασιλικῆς, προνοητικόν τε 174 καὶ κριτικὸν, φιλάνθρωπόν τε καὶ σωτήριον, ἄλλων
τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῆσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσι
ἐποπτεῦσαι ἠξιωμένος, καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετὰς ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, b εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτίαις νενοημένων, ὡς ἂν
ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἶ τῶνδ’ ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας.
3 νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ’ c αὑτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον
ἡ ἀνθρωπεία τῆς ἀγεννήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας.
ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἶόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν.
ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους.
φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα.
δι’ ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος, οὑ μετεῖχον, 175 ἐπιρροήν.
τότε Μώσεως ἐν ἀνθρώποις ὂντος, οὐδὲ τοῦ κατ 4 αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. ἄκουε ’δε οἷά φησιν ὁ Ψαλμός ‟ μηήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἶ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ἐμνήσθη b εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοὐ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ. καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον,
λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· c μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις
μου μὴ πονηρεύεσθε.”
περὶ τοῦ βασιλέως Γεραρῶν γράφει ‟ καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμἐλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες αὕτη δὲ ἦν τοῦ Ἀβραάμ.”
προφήτης ἐστὶν, καὶ προσεύξεται περὶ σοῦ.”
καὶ σωτῆρος, ἥξοντός τε κηρῦξαι τοῖς τὰς ψυχὰς αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.
οὐχ ὑπ’ ἀνθρώπων, ἀλλὰ ἐκτοῦ πατρὸς κεχρισμένον.
ἀνάβλεψιν.”
ἀγεννήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως b Χριστὸν γεγονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ.
φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ’ 6 π Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ’ οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, c κύριόν τε αὐτοῦ τοῦτον ἀναγορεύοντος, καὶ δύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ Ψαλμῷ, καθ’ ὃν ὁδέ πώς φησιν
‟ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῦ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως σου, ἐν τῇ
λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσε κύριος, καὶ οὐ μεταμεληθήσεται, d σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεi”
ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. ‟ εἶπε γὰρ (φησὶ) κύριος
τῷ κυρίῳ μου.”
ἦν αὐτοῖς φίλον. Χριστὸς ἄρα καὶ ὁ ἐν τῷ Ψαλμῷ 177 δηλούμενος ἱερεὺς εἴη ἄν.
7 θρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ’ ἡμᾶς γένος.
τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. ‟ ὢμοσε γὰρ φησὶ) κύριος, καὶ οὐ μεταμεληθήσεται. σὺ b ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”
κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ’ αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ·
τὸν Ἀβραάμ. χωρὶς δὲ πάσης ἀντιλογίας (φησὶν ἀπόστολος) τὸ ἒλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται·) c ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδὲκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ 113
Δαβὶδ προφητευόμενος κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγεννήτου δυνάμεως σύνθρονος, τοῦ τε προφή- του καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς, ἀλλ’
αἰώνιος τοῦ πατρός.
ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἒχωμεν.” καὶ 8 πάλιν ‟ οἶ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ
κωλύεσθαι παραμένειν, ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.”
τις ἐν τοῖς οὖσι καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, 178 ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθεσταμένη τῷ ἐπὶ πάντων θεῷ.
τοῦ Ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ’ αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος, καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ.
b ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας.
μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, Χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν.
9 γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ c κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι
λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ ‘‘ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.”
Χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γεννητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι.
τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδ΄ Ψαλμῷ, προγραφῇ χρησάμενος τῇ ‘‘ὑπὲρ τοῦ ἀγαπητοῦ καὶ τῶν ἀλλοιωθησομένων, ὁμοῦ θεὸν καὶ βασιλέα καὶ Χριστὸν ἔνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει γράφων οὕτως “ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω 179
ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. ἡ γλῶσσά μου κάλαμος 114 γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.”
δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ 10 σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”
λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων ‟ εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ.”
ὑπὲρ ὧν ὁ Ψαλμὸς εἴρηται ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου, c μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ Ψαλμὸς
ἡμῖν προοιμιάζεται. εἰ δ’ οὖν ἐπαπορήσαις τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὑ ἐν τῷ Ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.” εἴποι δ’ οὖν ἄν τις αὐτὸν ἐκεῖνον
σημαίνεσθαι, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων ‟ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν d θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.”
πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἂν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ’ οὐ κατὰ προβολὴν, ἢ κατὰ διαίρεσιν, ἢ τομὴν, ἢ μειῶσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν
11 ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας.
ἡμῶν τὰ τοιαῦτα, καὶ κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρή. καὶ ἐν τῷ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” κατὰ 180 μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος, ἐφ’ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ
σύνηθες ἐφ’ ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα ‘τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;’· κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἶ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν.
ἄλλως καρδίαν κατὰ τὴν παρ’ ἡμῖν νοουμένην καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν Ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν, ὡς ἂν τοὐ παναγάθου
πατρὸς ὄντα γέννημα.
πάντων θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. λέγει δ’ οὖν ἑξῆς προιών ‟ διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”
d τοῦ τῆς χρίσεως αἰτίου· διὸ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ. τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρὸν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι δήλη ἔσται.
Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε
ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς 181 μετόχους σου.”
τῆς βασιλείας σου. καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου, καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο” λευκότερον δ’ ἑ τούτ’ ὢν ἡ Ἐβραίων παρίστησι γραφὴ, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας
ὧδέ πως ἐξέδωκεν εἰπών ‟ ὁ θρόνος σου, θεὲ, εἰς b αἰῶνα καὶ ἔτι σκῆπτρον εὐθύτητος, σκῆπτρον βάσι λείας σου.
θεός σου” αὐτὴ ἡ Ἑβραικὴ λέξις ‟ θεὲ, ὁ θεός σου” περιέχει, ἵνα ᾖ τὸ ὅλον ‟ ἠγάπησας, ὦ θεὲ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέ σε, ὦ θεὲ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν, καὶ αὐτοῦ δὲ
διαφερόντως τοῦ χριομένου.
δὲ ὁμοίως ἐπὶ τοῦ ‘διὰ τοῦτο ἔχρισέ σε, θεέ” τὸ ἐλωΐμ παρείληπται, ὅπερ τὴν ὢ θεέ κλητικὴν ἐδήλου πτῶσιν.
ἀπηκριβωμένως, ἵν ᾖ τὸ μὲν ἐλωΐμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον, δηλοῦν τὸ ὠ θεέ, τὸ δὲ ἐλωὰχ ὁ θεός σου κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν διὰ τοῦτο ἔχρισέ σε θεὲ ὁ θεός σου.”
θεῷ προσφωνῶν φησιν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιάσεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας.
εἰς τοῦτο παριόντα, ἀλλ’ οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον.
ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸς ὢν, ὁ διὰ πάσης τῆς 182 ἐνθέου γραφῆς θεολογούμενος, ὡς καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.