ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτὸν, τέλος δ’ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ c
οὕτως περὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον “ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, , ἀλλὰ πληρῶσαι.”
κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μώσεως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μώσεως καὶ τῶν προφητῶν κατηγγελμένος ; πῶς δ’ d
ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν.
ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσι δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας
ἐλθεῖν,) τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν 1 ἐνομοθέτησεν ’ οὐκ ἂν φθονήσας καὶ τὰ Μώσεως διὰ 26 τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος “ τὸ γὰρ ἀδύνατον τοὐ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι
σαρκὸς ἁμαρτίας καὶ τὰ ἐξῆς ’
καὶ ἄλλα μυρία, ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἂν.
τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν παρασχὼν τοῖς ὁρῶσιν, ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια διὰ τῶν οἰκείων μαθητῶν προβέβληπαραγγέλματα
τᾶι.
ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ’ αὐτὸν προφητῶν.
2 ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησι προφη- τεία “ προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος.”
φησὶν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε, ” τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν ὁ θεσπιζόμενος;
γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν.
οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσέως ’ οὔτε οὖν Ιερεμίας οὔτε Ἠσαίας οὔτε τις ἕτερος τόν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομο- θέτης ἀναδέδεικται.
καὶ νομοθέτου παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, νομοθετῶν πάσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον δ’ διαπραττόμενος. ἕνος.
λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι.” καὶ τὸ μηκέτι ἐν 3 ‘Ιεροσολύμοις, ἀλλ’ ἐν παντὶ τόπῳ προσκυνεῖν.” καὶ τὸ “ μὴ λιβανωτῷ καὶ θυςίαις, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ θρησκεύειν·” καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανςόφου ἦν ἄντικρυς καὶ τελειοτάτου νομοθέτου.
φηςὶν ἡ θεία γραφὴ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουςίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖςαὐτῶν καὶ οἱ Φαρισαὶοι. καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωςέως προφητείᾳ λόγιον ἀπεπλήρου, ὡσαύτως δὲ καὶ τὰ λοιπὰ τὼν προφητειῶν τῶν περὶ αὐτοῦ καῖ
περὶ τῆς τῶς ἐθνῶν κλήσεως θεσπέσματα.
τῆς καινῆς διαθήκης νόμου, ὡς ὁμοῦ νόμου καὶ ἁρχῆς αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, d Ἰουδαϊσμοῦ λέγω καὶ Χριστιανισμοῦ. ὅ καὶ αὐτὸ θαυμάξειν ἄξιον, τὴν θειαν πρόρρησιν ὦδέ πως ἀναφωνοῦσαν “ ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτὸν,
ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.
Μωςέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον οἰκοδομήν.
4 εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.”
διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων, γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν· πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν
γενήσεσθαι εἰς κεφαλὴν γωνίας, ἀρχηγὸν κατα- στάντα τῆς καινῆς διαθήκης ἀκολούθως ταῖς ἀποδο- θείσαις θεωρίαις.
Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ Ἰουδαϊκῶς, ἀλλὰ κατὰ τὴν πρὸ Μώσεως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν.
καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ’ ἴχνος τετῆς αὐτοῦ διδασκαλίας βαίνειν δι’ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες·
τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτίκα αὐτίκα Ἰουδαῖοι μὴ παραδεξάμενοι τὸν προφήτην, μηδ’ ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον, ἀκόλουθα τῇ προρρήσει πεπονθότες.
νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μώσεως παραγγέλματα δίχα παρανομίας οἶοί τ’ ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μώσεως ὑποβέβληνται d κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας.
λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι’ εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μώσεως παραγγελίας, δι’ ἧς ἔφησεν αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ
τοῦ γένους αὐτῆς. ”
29 δὲ κεκαθαρμέναις καὶ νοερὰν οὐσίαν κεκτημέναις τῶν αὐτοῦ φοιτητῶν· ἐν αἷς ἐγγράψας τοὺς τῆς καινῆς διαθήκης νόμους ἔργοις ἀπεπλήρου τὴν φἠσασαν διὰ Ἱερεμίου προφητείαν διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην
τοῖς πατράσιν αὐτῶν. ὅτι αὕτη ἡ διαθήκη ἢν δια- θήσομαι τῷ οἴκῳ Ἰσραὴλ, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν γράψω αὐτοὺς, καὶ ἕσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός. ”
b
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.