διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος.
θεοῦ τοῦ ὑψίστου, οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάβ- βατον τί ποτ’ ἐστὶν εἰδότα, οὐδ’ ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μώσεως παρηγγελμένων ἐπαίοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ ὢ εὐαγγέλιον βιοῦντα.
γένει τῶν ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ 13 πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν.
ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται.
αὐτοὺς τοῖς χρόνοις, πρεσβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰτοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι, ὥσπερ τινὰ σφρα- γῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς, τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ σημεῖον παραδιδοὺς φέρειν·
γοῦν τὰ προστάγματα καὶ τἀς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νόμιμα τοῦ θεοῦ πρὸ τῆς Μώσεως διαταγῆς πεφυλαγμένος. λέγει δ’ οὖν πρὸς τὸν Ἰσαὰκ ὁ χρηματίζων θεός “ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευÁογηθήσονται ἐν τῷ σπέρματί
σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν ‘ Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, καὶ τὰ d δικαιώματά μου, καὶ τὰ νόμιμά μου.
θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐντολαὶ Χριστοῦ, δι’ ὧν ἐδικαιώθησαν. ὅτι δ’ οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μώσεως νομοθετηθεῖσι σαφῶς ὁ Μώσης παρίστησιν ἐν οἶς φησιν πρὸς τὸν λαόν ἄκουε ‘ Ισραὴλ
τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς 1 ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ, καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην,
ἀλλὰ πρὸς ὑμᾶς.”
αὐτῷ δέδοται γοῦν τῷ ‘ Αβραὰ, διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μώσης οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι’ ἧς καἰ θεοφιλεῖς ἀπεφάνθησαν.
καὶ μετὰ τὴν έπ΄ εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτο- μῆς εἴληφε σημεῖον, μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρίστησιν. εὕροις δ’ ἂν καὶ τὸν ‘ Ιωσὴφ πρὸ τῶν Μώσεως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως,
ἀλλ’ οὐκ ‘ Ιουδαϊκῶς ἀχθέντα.
μετειληχότα.
Μώσεως καὶ τῆς κατ’ αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μώσης ἕβδομος ἐξ ‘ Αβραὰμ γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων.
τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ’ οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπολογίᾳ ” διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα. στόμα δὲ χήρας με
εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.
ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ κλαίειν μετὰ κλαιόωτων, καὶ τὸ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ τὸ “ εἰ πάσχει ἕν μέλος, συμπάσχει πάντα τὰ μέλη ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μαθήμασιν περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαιπωρου- μένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.’’
3 ριός φησιν εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοια- στῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἕσταμαι δὲ ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου.”
ὧδε “ εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοί- μην ἐπὶ γῆς.”
κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ.”
γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου.
δὲ φθίνουσαν;
προλαβὼν ὁ θαυμάσιος τοὔργον ἀπεπλήρου· διό φησιν “εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου, καὶ εἶπεν ἡ καρδία μου, εὑ γε, ἀκούσαι b ἄρα τὸ οὑς μου τὴν κατάραν μου.”
δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο, ἐπεὶ μὴ ἀλλό- τριος τοῦ φήσαντος “ ξένος ἤμην, καὶ συνηγάγετέ με.”
πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν ’ θύραν μου] κόλπῳ κενῷ, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δὲ ἣν εἶχον κατά τινος εἶ μὴ
5 ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου. ”
τεκμαίρεσθαι προσήκει βίον) τὰ περιύμνητα τῆς θεο- σεβείας ἆθλα, δι’ ἃ καὶ φίλοι θεοῦ καὶ προφῆται κατηξιώθησαν.
ἀπάντων τὸν ἀρχαιότατον τῆς τῶν προπατόρων θεο- σεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας d τοῖς ἔθνεσι προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ’ ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης τῶν Μώσεως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ
καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν · παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώ- πων αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας.
χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους, καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρό- πον, ὁ Μώσεως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος, ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ 17
τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ ‘ Αβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου.
τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπα- χθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν, γεγονέναι δὲ κάτα πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην, ἔν τε τοῖς b ἄλλοις ἐγχειρήμασιν ’ εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μώσης, ἀφίστη μὲν τῆς ἀθέου πολυθείας, ἀνῆγε δὲ ἐπὶ τὸν πάντων δημιουργὸν
θεὸν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος.
ἐπιμίγνυσθαι, οὐδ’ ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως, συνεχώρει.
ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου.
ἐπιτελεῖν νομοθετήσας, ἣν καὶ θαυμασίως τῷ θείῳ πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, d ὑφ’ ἔνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλα- χόσε συντελεῖν τὰ κατ’ αὐτὸν νόμιμα, ἢ ἐν μόνῳ ἑνὶ τόπῳ, οὗτος δ’ ἦν ὁ ἐν ‘Ιεροσολύμοις, ἔξω δὲ τούτου
μηκέτι.
ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμε- λείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα.
ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιήσαι αὐτά.”
πᾶσιν ἔθνεσι καταγγελθείσης περιττή τις ἔσται ἡ κατ’ αὐτὸν νομοθεσία, ἣν εἰκότως ὑφ’ ἴνα τόπον περιώ- ρισεν, ἵνα, εἴ ποτε τούτου στερηθεῖεν καὶ ἀποκλεισθεῖεν b τῆς οἰκείας ἐλευθερίας, μηκέτ’ αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ’ αὐτὸν νόμιμα συντελεῖν,
ὧς καὶ ἐξ ἀνάγκης τὴν δευτέραν διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον.
τε ‘ Ρωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ κα- θεῖλον τὰ ‘ Ιεροσόλυμα καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μώσεως διάταξις, καὶ τὰ τῆς παλαιᾶς c περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μώσεως πράττειν παρανομοῦντας,
εἰς αὐτὰ βιαζομένους ’ ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα.
“ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἶ ἀληθινοὶ προσ- 6 d κυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε 14 ἐν ‘ Ιερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”
μακρὸν πολιορκηθέντων τῶν ‘ Ιεροσολύμων, τοῦ τ’ αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μώσεως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μώσεως
θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι’ αὐτῆς πάσι τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ 19 καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσ- άγουσα τοὺς προσιόντας αὐτῇ βίον.
τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσ- κυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ’ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν “ ἐν πνεύματι καὶ ἀληθείᾳ,’’ ἣ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας
ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων ’ λέγει δ’ οὖν ἄντικρυς b Σοφονίας ’ ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξο- λοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου
ἀυτῶν.”
7 χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.”
δι’ ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ;
ἄνθρωπον ὃς σώσει αὐτοὺς, καὶ γνώσονται οἶ d Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιή- σουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσιν, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται.”
μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν προφητῶν, ἀλλ’ οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα
αἴτιον οὐδ’ ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, 8 ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον. 20
ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων τὰ περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς ‘ Ααρὼν Μωσεῖ διατεταγμένα οὐκέτ’ ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα.
15 εἰκῆ ταῦτ’ ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενήνεκται b τοῖς λόγοις; σκέψαι δ’ οὖν εἰ μὴ σήμερον, λέγω δὴ καθ’ ἡμᾶς, αὐτοῖς τοῖς ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ πᾶν γένος τῶν πρὶν εἰδωλολ·α- τρῶν ἀνθρώπων, οὓς ἡ πρόρρησις διὰ τῶν Αἰγυπτίων
ῂνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν θεὸν ἀνακαλούμενον·
c τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς διαθήκης καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρό- πον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην.
τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν, ἀλλ’ οὐκέτ’ ἀκοῇ προσδοκώμενα, τὸν καιρὸν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ’ ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου
d ἐπιφανείας.
καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ’ ἄν.
ἐπληροῦτο.
τοῖς τὰς νήσους οἰκοῦσιν, ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι,) αὐτὴ ἐκείνη ἡ κατὰ τὸν ‘Αβραὰμ πολιτεία καὶ ὁ παλαίτατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται.
εἰ δὴ οἶ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαί- μοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοι- χείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον b
θεὸν, τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν ‘ Αβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται;
τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μη- δέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, 9 νυνὶ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως c μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ δισασκαλεῖα, μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ’ ἐμβλέπειν ἀκολάστοις
ὀφθαλμοῖς, μηδὲ μέχρι λόγων ἀδιαφορεῖν, μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραι- νοῦσαν οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πένη- τάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ
κατ’ ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε d ἀληθῆ τρόπον, καθ’ ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ, κατὰ 16 τὴν φήσασαν προφητείαν καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”
καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν πα- λαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγε- σθαι τὴν τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μώσεως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομο- θετημένην.
22 τίνα ἔφησεν εἶναι τὴν παλαιὰν, ᾗ μηδὲν ὅμοιον σχή- σειν διδάσκει τὴν καινὴν λέγων “ διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐ- τῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”
εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας “ οὐ κατὰ b τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”
καὶ ἐπὶ τῆς κατὰ τὴν ἔρημον διατριβῆς νενομο- θετημένην ἔσεσθαι τὴν καινὴν ἐθέσπιζεν, ἀλλὰ κατ’ ἐκείνην δηλαδὴ τὴν πρόπαλαι πολιτευσαμένην, δι’ ἧς κατορθώσαντες ἀνεφάνησαν οἶ πρὸ Μώσεως.
ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο, ἀλλὰ τρία c διαιροῦ τάγματα, τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην εἰδωλολατρῶν, καὶ τὸ τῶν ἐκ περιτομῆς διὰ Μώσεως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμὸν, καὶ τρίτον
τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς διδα- σκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλὼν μηκέθ’ ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ’ Ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι,
τὸν δὲ μέσον ἑλὼν τὸν τρίτον εὑρήσεις ἄνω που ἑστῶτα, καὶ ὥσπερ ἐφ’ ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, d ἑκατέρωθεν δὲ κάτω τοὺς λοιποὺς ἀπολε- λοιπότα.
νείας τε καὶ ἀκοσμίας, Ἰουδαίων δὲ ὡσαύτως τὴν ὑπὸ Μώσεως ἀτελῆ καἲ οἷα νηπίοις καὶ ἀσθενέσι κατάλ- ληλον ἐθελοθρησκείαν. τὸν οἰκεῖον δὲ ἄνωθεν οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ Ἓλλησι καὶ βαρβάροις καὶ τοῖς ὑφ’ ἡλίῳ πᾶσιν ἔθνεσιν ἐπιβοώμενος νόμον, ὅρα 23 τί φησίν·
τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺ ’ς ὑπακούοντας ἀπαλλάττων ’ ἐγὼ δὲ πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι τὴν ἐπαναβεβηκυῖαν τοῦ
θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς b ἀμφὶ τὸν Ἀβραὰμ καὶ τοὺς ἔτι παλαιτέρους πρὸ μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδαπῶν ἐθνῶν πλείους ἐπ’ εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες.
ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, 17 ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γω- νίᾳ γῆς, οὐδ’ ἐν ὄρεσιν, ἤ τισι χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεὸν, οἴκοθεν δὲ ἕκαστον σέβειν
αὐτὸν καὶ προσκυνεῖν παιδεύω.
διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ’ ἀρετὴν βίῳ, δόγμασί τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραίρειν προστάττω.
d καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι νομοθετῶ τὴν τελειοτέραν, μηδ’ ὀργῆς ἐνέχεσθαι πάθει προστάττων. καὶ αὖθις· ὁ μὲω Μωσῆς μοιχοῖς καὶ ἀκολάστοις διετάττετο τὸ μὴ μοιχεύειν, μηδὲ ἀρσενοκοιτεῖν, μηδὲ τὰς παρὰ φύσιν ἡδονὰς διώκειν, θάνατον τὴν τιμωρίαν τοῖς παραβαίνουσιν ἐπάγων,
ἐγὼ δὲ μηδ’ ἐμβλέπειν γυναῖκα μετ’ ἐπιθυμίας ἀκολέστου τοὺς ἐμοὺς βούλομαι.
τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.’
σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν νομοθετῶ, καὶ προσεύ- χεσθαι ὑπὲρ τῶν διωκόντων, ὃπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅστις τὸν ἥλιον ἀνα- τέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δι- καίους καὶ ἀδίκους.
τὴν τῶν πολλῶν σκληρίαν ἡρμόζετο καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον καὶ ὑπο- βεβηκότα παρὰ τὸν παλαιὸν τρόπον παραδιδοὺς εὐσεβείας· ἐγὼ δὲ ἐπὶ τὸν τῶν πρόπαλαι θεοφιλῶν ἀνδρῶν εὐσεβῆ καὶ θεοφιλῆ βίον ἀνακαλοῦμαι τοὺς
πάντας.
c ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν τοῖς ἔθνεσι καταγγέλλειν παρῄνει, φήσας “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνε- τειλάμην ὑμῖν. ”
ποτέ ἐστιν ὁ Χριστιανισμὸς ἐξέφηνεν, τίνες θ’ ἡμεῖς καὶ ὁποῖος ὁ τῶν τοιῶνδε λόγων τε καὶ μαθημάτων διδάσκαλος, αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὁ τὴν καινὴν ταύτην καὶ πανά- ρετον πολιτείαν καθ’ ὅλου τοῦ κόσμου συστησάμενος,
ὥστε τοιαῦτα μανθάνειν καὶ φιλοσοφεῖν μὴ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πλουσίους τε καὶ πένητας καὶ δούλους ἅμα δεσπόταις.
αὐτὸ θαυμάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης 18 μέλλων καταστήσεσθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ καὶ ἐναντία τὰ Μώσεως παρῃτήσατο· ἢ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν
25 τῆς κατὰ Μώσεως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ’ αὐτοῦ συσκευῆς αἰτίαν, οἱ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θάνατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο.
12
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.