πείας δεομένοις ἐφαρμόζειν ὑπελάμβανον ταῦτα 21 συγκατιόντες τῇ τῶν πλειόνων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ δι’ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστε ἤδη καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ δύο βίων νενομοθετῆσθαι τρόπους· τὸν μὲν ὑπερ-
φυὴ καὶ τῆς κοινῆς καὶ ἀνθρωπίνης πολιτείας ἐπέ- κεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐδὲ κτῆσιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων d ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θε-
ραπείᾳ παρηλλαγμένον, καθ’ ὑπερβολὴν ἔρωτος οὐ- ρανίου.
τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντἱͅ(ς γἐ- γένους ἱερωμένοι τῷ ἐπὶ πάντων θεῷ, οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, οὐδ’ αὖ καπνῷ καὶ πυρὸς ἀποβρώσει καὶ σωμάτων φθοραῖς, δόγμασι δὲ ὀρθοῖς ἀληθοῦς εὐσεβείας, ψυχῆς τε δια-
θέσει κεκαρθαμένης, καὶ προσέτι τοῖς κατ’ ἀρετὴν ἔργοις τε καὶ λόγοις ’ οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν σφίσιν ὁμογενῶν ἀποτε- λοῦσιν ἱερουργίαν.
πος· ὁ δ’ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκο- νομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον στρa- τευομένοις τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν.
b ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῳδὶ βίῳ παρέχων τὴν ὠφέλειαν, ὡς μηδένα ἀμοιρεῖν τῆς σω- τηρίου ἐπιφανείας, πᾶν δὲ γένος ἀνθρώπων, ’ Ελλήνων ὁμοῦ καὶ βαρβάρων, τῆς εὐαγγελικῆς ἀπολαύειν διδασκαλίας.
c
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.