αὐτὸ θαυμάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης 18 μέλλων καταστήσεσθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ καὶ ἐναντία τὰ Μώσεως παρῃτήσατο· ἢ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν
25 τῆς κατὰ Μώσεως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ’ αὐτοῦ συσκευῆς αἰτίαν, οἱ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θάνατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο.
1
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.