οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γέγονεν, ὡς ἱστορεῖται, c ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ 219 Χριστὸς τοὐ θεοῦ, ὅς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευκότων καθ’ ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ, κατὰ τὴν ἔνσαρκον αὐτοῦ
γένεσιν ὁμολογούμενος, καὶ τούτου γε μένει καὶ διαμενεῖ βασιλεία εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῆς περὶ d αὐτοῦ προφητείας ἀκολούθως ἐπιδεικνυμένη.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.