τῷ Δαβὶδ θεσπίζει ἐν δευτέρᾳ Παραλειπομένων “καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἶ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. αὐτὸς οἰκοδομήσει μοι οἶκον 218
τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.”
με, πατήρ μου εἷ σὺ, θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.”
δούλῳ μου, ἴως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.
καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.’
c τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι· οὓς ἐπιστῆσαι καλὸν εἰ οἶοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα “καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα,”
καὶ αὖθις μεθ’ ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ “ ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου, ὡς ὁ ἥλιος, καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ.’
εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδ’ ἐφ’ ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας διαγενομένους.
πρὸς τὴν προφητείαν ’ εἰς τὸν αἰῶνα, καὶ ὡς τὸν ἥλιον, καὶ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ διαμενεῖν τὸν θρόνον αὐτοῦ” θεσπίζουσαν; τὸ δὲ καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν ” πῶς ἂν τῷ Σολομῶνι ἁρμόσειεν, ὅτε διαρρήδην ἡ κατὰ
αὐτὸν ἱστορία ἀλλότρια καὶ ἀπῳκισμένα τῆς τοῦ θεοῦ εἰσποιήσεως περὶ αὐτοῦ διδάσκει;
2 καὶ Ἰδουμαίας, Σύρας καὶ Χετταίας, καὶ Ἀμορραίας, 352 ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε κύριος ὁ θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς.’
μετὰ κυρίου τοῦ θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν εἰδώλου υἱῶν Ἄμμων. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου.”
ἑξῆς ἐπάγει “καὶ ἤγειρε κύριος σατὰν τῷ Σολομῶνι, b τὸν Ἄδερ τὸν Ἰδουμαῖον.” τὸν δὴ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὑτόν;
πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβὶδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; ἀλλ’ οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἂν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται·
οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γέγονεν, ὡς ἱστορεῖται, c ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ 219 Χριστὸς τοὐ θεοῦ, ὅς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευκότων καθ’ ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ, κατὰ τὴν ἔνσαρκον αὐτοῦ
γένεσιν ὁμολογούμενος, καὶ τούτου γε μένει καὶ διαμενεῖ βασιλεία εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῆς περὶ d αὐτοῦ προφητείας ἀκολούθως ἐπιδεικνυμένη.
δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοὐ θεοῦ λόγου, τοῦ πάντων αἰώνων προυφεστῶτος, ἁγίου καὶ μονογενοῦς αὐτοπυ παιδὸς, ὅν ποικίλως έθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναὶ, καθ’ οὖ ὅμνυσιν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ τὸν ἅπειρον αἰῶνα δοξάσειν· ὅ καὶ γέγονεν ὅτε ὁ λόγος σὰρξ γενόμενος τὸν ἐκ σπέρματος
Δοαβὶδ ἀνείληφέ τε καὶ ἐθεοποίησε. διὸ καὶ υἱὸν αὐτὸν άναγορεύει λέγων, “ἐγὼ ἕσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἕσται μοι εἰς υἱόν.”
ἕσεσθαι Δαβὶδ άνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ τῷ Δαβίδ. δι’ ὦν ἐναργῶς ὁ πρωτόἀνθρώπου γενἠσεσθαι προεφητεύετο.
δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι’ ὦν φησιν ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳφάναι περὶ τοῦ σωτῆρος ἡμῶν“ οὖτος ἕσται μέγας, καὶ υὑὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνου Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει
b λεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἕσται τέλος.”
έποίησε λύτρωσιν τῷ λαῷ αὑτοῦ, καὶ ἥγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἵκῳ Δαβὶδ τοῦ παιδὸς αὑτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν.”
δι’ ὧν καὶ συνίσταται ἐκ σπέρματος γεγονὼς Δαβὶδ κατὰ σάρκα.
κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι Δαβὶδ, ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλο- d γίαν τοῦ σωτῆρος ἡμῶν ζητημάτων καὶ λύσεων διειληφότος, ἐπ’ ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπομεν, ἐφ’ ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος
καιροῦ.
σελήνης, γενεάς γενεῶν, καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἴως οὑ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει 220 ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ
ἴως περάτων τῆς οἰκουμένης.”
Ῥοβοὰμ, ὃς μετ’ αὐτὸν ἐβασίλευσε τοῦ Ἰσραὴλ, ἀλλὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον τὸν Χριστὸν τοῦ θεοῦ.
πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι’ ὅλου τοὐ Ψαλμοῦ; οἷον τὸ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων
τῆς οἰκουμένης.” καὶ τὸ “συμπαραμενεῖ τῷ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν,” καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπιλέγεται.
προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ,) ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τῶν Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος Δαβὶδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ Δαβὶδ χρηματίσαντα.
καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. τούτου γὰρ μόνου καὶ οὐδ’ ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας θρόνος συμπαραμενεῖ τῷ ἡλίῳ. καὶ οὗτός γε, ἀλλ’ οὐδεὶς ἕτερος ἀνθρώπων, πρὸ τῆς σελήνης καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, 355 ἔσταξέ τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην
ἐπὶ πᾶσαν τὴν γῆν· εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνη παραμένουσα μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης.
σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θαλάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν b ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ’ οὗπερ κατὰ τὸν Ἰορδάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας.
παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθε καθ’ ὅλης τῆς οἰκουμένης. Λιβάνου δὲ ἐπινοουμένης τῆς Ἰερουσαλὴμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον, τά τε ἐπὶ
τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ καρπὸς ἡ ἐξ ἐθνῶν ἐκκλησία ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι θεσπίζεται.
ὁμολογήσειεν ἂν, ἀλλὰ οὔτε τῷ παλαιῷ Σολομῶνι οὔτε ἑτέρῳ τῶν μετ’ αὐτὸν βασιλέων ἑνὸς ἔθνους τῶν Ἰουδαίων ἀρξάντων, καὶ οὐ πλέον ὀλιγοστῶν ἐτῶν, καὶ οὐδ’ ἐφ’ ἑτέρας ἢ μόνης τῆς Ἰου- δαίας γῆς.
καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς.
τὰς πλευρὰς αὑτοῦ, καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλίς συναναπαύσεται ἐρίφῳ, καὶ 356 μοσχάριον καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ
τιμή. ”
τρόπον κἀνταῦθα, πλείστοις ἔτεσιν ὕστερον τῆς τοῦ Δαβὶδ οὐ μόνον, ἀλλὰ καὶ τῆς τοῦ Σολομῶνος τελευτῆς, ἐκ ῥίζης Ἰεσσαὶ, δῆλον δ’ ὅτι καὶ ἐκ τῆς τοῦ b Δαβὶδ, προελεύσεσθαί τις θεσπίζεται.
Ἰουδαίοις περὶ τοῦ Σολομῶνος ἀμφιβολίαν. μετὰ πλεῖστον γοῦν τῆς τοῦ Σολομῶνας τελευτῆς χρόνον ταῦτα Ἠσαΐας περί τινος ἑτέρου προφητεύει, μέλλονος ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαβὶδ ἀναφα- 5 νήσεσθαι.
τῆς προρρήσεως φασκούσῃ “καὶ ἔσται ἡ ῥίζα c τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι,’ καὶ τοῖς ἐπὶ τοῦ σωτῆρος ἡμῶν δεικνυμένοις ἀποτελέσμασι.
ἀνιστάμενον ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθεστῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφε μετὰ τῶν ἄλλων καὶ τὸ “ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”
καὶ θηρίων ἡμερουμένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ ·τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ λεγόμενα ἀλληγοροῖτ᾿ ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη διὰ τῆς d τοῦ Χριστοῦ διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας
μεταθησόμενα.
τὴν ὀσφὺν εἱλημένος.
Ἰούδας, καὶ Ἰσραὐλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, c καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται
ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὑτῶν, καὶ τὸν Δαβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.”
τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν ἀνατολὴν καλεῖ, καὶ οὐχ ἁπλῶς, ἀλλὰ δικαίαν, ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν
d προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν “τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης” παραθέμενοι.
δικαίαν ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ Δαβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον βασιλέα συνιέντα, καὶ ποιοῦντα κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς προαγορεύει. εἶτα καὶ ὁμωνύμως τὸν αὐτὸν 6 καλεῖ τῷ πάλαι πρότερον τετελευτηκότι Δαβίδ.
αὐτῷ.” τίνι δὲ αὐτῷ ἢ τῷ Δαβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν.
καὶ πάλιν ‘‘καλέσω τὸν δοῦλόν μου ἀνατολήν.” ἀλλ’ οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους, ἀλλ’ οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου, τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι, καὶ συνιεὶς βασιλεὺς καὶ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.
αὐτῷ, ” ὁπότε φυλῆς μὲν ἦν Λευὶ, τάξεως δ’ ἀρχιερατικῆς, καὶ γένους ἑτέρου παρὰ τὸν Δαβὶδ, βασιλεὺς δ’ οὐδαμῶς γεγονὼς ἱστορεῖται; ὥστε εἰ μηδεὶς ἕτερος εὑρίσκοιτο τοιοῦτος, ὥρα τὸν προφητευόμενον καὶ διὰ τούτων ὁμολογεῖν μόνον εἶναι τὸν
σωτῆρα καὶ κύριον ἡμῶν, τὸν καὶ ἐν ἑτέροις φῶς τοῦ κόσμου καὶ φῶς τῶν ἐθνῶν ἀνηγορευμένον.
ἐπεὶ ἑρμηνεύεται δυνατὸς χειρὶ, χρηματίσας 7 κρίμα καὶ δικαιοσύνην διὰ τῆς αὐτοῦ διδασκαλίας τοῖς ἐπὶ γῆς ἅπασιν ἐκήρυξε, καὶ μόνος τῶν πώποτε οὐκ ἐπὶ μέρους ἐβασίλευσε τῆς οἰκουμένης, ἀλλὰ ἐπὶ πᾶσαν τὴν γῆς καὶ μόνος ἀνέτειλε δικαιοσύνην, ἀκολούθως καὶ τῷ ἐν Ψαλμῷ περὶ αὐτοῦ λεγομένῳ‘‘ “ἀνατελεῖ
ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. ”
ταῖς ἡμέραις αὐτοῦ, πάντες εἰσὶν οἱ τῇ δι’ αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ, ἢ καὶ
πάντες οἱ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθινὸν Ἰσραὴλ τὸν κατὰ διάνοιαν ὁρῶντα θεὸν ἀποσώζοντες.
ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ ἐκ τοῦ θεοῦ. τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶ κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου, οὐδὲ τῷ
359 τοῦ Ἰσραὴλ, ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα.
μαθηταὶ κέκληνται, παρ’ ἀνθρώποις μὲν Ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἐβραίων φωνὴν καὶ παρὰ αὐτοῖς τοῖς προφήταις, ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι’ αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ.
8 τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ b ἐν τοῖς προφήταις.” ὁ δὴ οὖν μέλλων, φησὶ, διὰ τοῦ προφητευομένου λαὸς κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραὴλ ὀνομασθήσονται ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ,
καὶ τούτῳ γε, φησὶ, κληθήσονται τῷ προσρήματι οὐ παρ’ ἀνθρώποις, ἀλλὰ παρ’ αὐτῷ τῷ θεῷ, καὶ παρὰ τοῖς προφήταις αὐτοῦ.
δὲ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν οἶ τοῦ θεοῦ δίκαιοι.
ὡς μηκέτι θεοῖς ἀλλοτρίοις δουλεύειν αὐτοὺς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως.
ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον ἐν τῇ ἡμέρᾳ ἐκείνη εἶπε κύριος “συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ’ ἐργῶνται κυρίῳ d
τῷ θεῷ αὑτῶν.”
λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ 9 ἐκ φυλῆς Ἱούδα λέγεται προελεύσεσθαι οὐδ᾿ ἂν ζητηθείη, τῷ μηδ᾿ ἑτέρας ἢ τῆς δηλωθείση φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. γένοιτο δ᾿ ἂν ἐκ περιουςίας καὶ τούτου παραστατικὸν τὸ πααρὰ Μωσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον·
360
b ὡς λέων, καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἱούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.”
πᾶν ἔθνος συνεστήκει, μιᾶς τούτων προπάτωρ γέγονε 224 καὶ ἀρχίφυλος ὁ Ἰούδας, πρὸς ὃν τεθέσπισται τὰ προκείμενα, ἐξ αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι σημαίνοντα. εἰ γοῦν συναγάγοις ἐπὶ ταυτὸ τκὶ παραθείης c τῇ μετὰ χεῖρας τὰς ἐν τοῖς πρόσθεν τεθείσας προφητείας,
εὕροις ἂν ὁμοίως κατά. τι κοινὸν σημεῖον τὸν αὐτὸν κηρυττόμενον.
θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ οταμοῦ ἕως περάτων τῆς οἰκουμένης, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·” ἡ δὲ μετὰ χεῖρας παραπλησίως “ἕως 10 ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.
σύμφωνα ἀλλήλαις ὁμολογοῦνται θεσπίζειν, μάλιστα ὅτε μέχρι μὲν τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι αὐτῶν ἐκ προγόνων διαδοχῆς συνεστήκεσαν, ἅμα δὲ τῇ αὐτοῦ παρουσίᾳ διαλελοίπεσαν, ὁμοῦ τε
ἡ τῶν ἐθνῶν προσδοκία τέλος ἐπῆγε τῇ τοῦ Ἰακὼβ προρρήσει.
ἐδείκνυτο.
υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν ” καὶ τὰ ἑξῆς.
προηγορευμένων ἀποπληρώσεως.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.