θεοῦ, ὃν διὰ τῶν ἑτέρων θεόν τε καὶ κύριον καὶ ἀρχιστράτηγον καὶ μεγάλης βουλῆς ἄγγελον θεοῦ τε ἀρχιερέα τυγχάνειν προμεμαθήκαμεν, ἀκολούθως μετὰ τὰ προδιεξωδευμένα τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ πάλιν ἐξ αὐτῶν τῶν προφητικῶν προρρήσεων
363 ἐπιμαρτυρώμεθα, ἐνθένδε ἀρξάμενοι.
μὲν τοῦ βασιλικοῦ, ἑτέρου δὲ τοῦ προφητικοῦ, καὶ ἐπὶ τούτοις τοῦ ἀρχιερατικοῦ, τούτων ὁμοῦ τὴν κατάλυσιν καὶ τὴν παντελῆ καθαίρεσιν σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας ἔσεσθαι θεσπίζουσι.
θρησκείας τὴν περιγραφὴν, τῆς τε Ἰερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ ἱεροῦ τὴν ἐρήμωσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, καὶ ἄλλα δὲ τῶν αὐτῶν ὑποβάλλουσι σημεῖα χρόνων, πλῆθος εἰρήνης, ἐθνῶν
τῆς ἐξ αἰῶνος κατ’ ἔθνος καὶ κατὰ πόλιν τοπαρχίας καὶ πολυαρχίας ἀναίρεσιν, τῆς πολυθέου καὶ δαιμονικῆς εἰδωλολατρίας ἀποστροφὴν, ἐπίγνωσιν εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων δημιουργοῦ θεοῦ.
χρόνους 5 ἐπὶ τῆς Χριστοῦ παρουσίας γενήσεσθαι οἱ θεῖοι χρησμοὶ προηγόρευον, ἁ καὶ ταῖς προρρήσεσιν ἀκολούθως εἰς πέρας ἐλθόντα ὅσον οὔπω παραστήσεται.
νῦν ἐπ’ ἐσχάτων καιρῶν μετὰ τὸν μακρὸν καὶ πολὺν αἰῶνα τὸν Χριστὸν ἐμφανῆ γενέσθαι τῷ βίῳ λέλεκται μὲν ἤδη καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐν βραχέσιν εἰρήσεται.
αὐχμὸς, δεινή τε ἀθεότης κατακρατοῦσα τοὐ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις, μήτε πολιτείας, μήτε νόμους, μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι
ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ’ εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ’ ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσι, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ’ ἢ ἐκ τῆς τῶν καταδεεστέρων
καταδυναστείας.
προσηγορίαν αὐτοφυεῖ διδασκαλίᾳ συνωμολόγουν, τὸ δὲ μὴ ἄλλο τι νομίζειν ἢ τὸν ἐπέκεινα ἁπάσης τῆς ὁρωμένης οὐσίας οὐκέθ’ οἷοί τε ἦσαν ἀποδέχεσθαι.
ἐν τοῖς διαλογισμοῖς αὑτῶν, καὶ ἐσκοτίσθη ἡ 1 ἀσύνετος αὐτῶν καρδία, ὡς ἐναλλάξαι τὴν δόξαν b ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. νεκρῶν δὴ οὑν οἵδε ἀνδρῶν δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων εἰκόνας ἀνειδωλοποιήσαντες,
καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν.
c ἄκρον καταγγέλλοντα φιλοσοφίαν τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη ὡς ἀγρίανκαὶ βλαβερωτάτην ὕλην περικόπτουσα τοτὲ μὲν κατακλυσμοῖς, τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ
αὐτοὺς τοῖς κατ’ ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαιμόνων, τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων, d ἐπὶ τὸν κατ’ ἀλλήλων πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνεπίμικτόν τε καὶ
ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας, ὡς ἐν τοιαύτῃ καταστάσει, καὶ ἀριθμῷ ληπτοὺς,
νόμοις τοῖς παρὰ Μώσεως εἰσαγωγικοῖς καὶ βιωφελέσιν.
365 ματα, τοῖς τε πολλοῖς ἔθνεσι πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε καὶ φιλοσοφίας ὄνομα παρὰ πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας, μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων
δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεὺς, ὁ θεὸς λόγος ἐπέφανεν ἑαυτὸν κατὰ τὸν ὑπογραφέντα b τῆς ἐνανθρωπήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, τῷ τε παντὶ ἔθνει
τῶν ἀνθρώπων τὴν τοῦ πατρὸς φιλανθρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας, βασιλείαν τε οὐρανῶν, καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προμνώμενος.
τῆς γενέσεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι.
φησὶν ‘‘ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας, ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ.”
ΙΙιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς 2 Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ 227 τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καιάφα. τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ τοῦ Ἰακὼβ προφητείαν
τοῦτον ἔχουσαν τὸν τρόπον·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.