Ἀπὸ τῆς Γενέσεως.
bσυνάχθητε ἔνα ἐπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακὼβ, ἀκούσατε, Ἰσραὴλ, τοῦ πατρὸς ὑμῶν.”
γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει ‘‘Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ
πατρός σου· σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ d Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία
ἐθνῶν. ”
καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς.”
τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον “ καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ 367 σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.” ἔτι δὲ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται “ ἐγὼ κύριος ὁ θεὸς
Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ.” καὶ ἑξῆς καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς. ”
καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.
τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ’ ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχοῦς ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι’ αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα.
καθ’ ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα 228 αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας.
Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ ‟βασιλεῖς βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.” διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς d ἠξιώθη.
λαοῦ κατὰ τοὺς Μώσεως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γὰρ ‟καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ’ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν
οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς υἱῶν Ἰούδα, σὺν δυνάμει αὐτῶν.”
Μωσῆν, ἄρχων εἷς καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὑτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὑτοῦ Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς 368 φυλῆς Ἰούδα.”
3 λοιπῶν φυλῶν διανεμηθείσης, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει.
τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπε κύριος, Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ. ” σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν b
ἑξῆς γέγραπται “καὶ ἀνέβη Ἰούδας, καὶ κύριος τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ.”
αὖθις ‟ καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὑτοῦ.” καὶ ἑξῆς ‘καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος.” καὶ μετὰ ταῦτα ‟ καὶ ἀνέβησαν οἶ υἱοὶ Ἰωσὴφ, καί γε αὐτοὶ ἐν Βαιθὴλ, καὶ Ἰούδας μετ’ αὐτῶν. ”
κριτῶν διαφόρως κατὰ χρόνους προισταμένων τοῦ c λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἶ κριταὶ, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο, πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων ἐκ φυλῆς μὲν
τοῦ Ἰούδα γεγονότων, μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων, μεθ’ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὁ καὶ τὸν νεὼν ἐγείρας.
ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς 4 d τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ’ ἡμῖν δυνατὸν
ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων.
καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξε καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ’ οὓς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις 369 τὸ πὰν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται· 229 καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων
πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος.
οὖν Ἠσαίας ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχας καὶ Ἐζεκίου, οἷ ἐβασίλευσαν τῆς Ἰουδαίας, προφητεύει.
ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. ὁμοίως δὲ καὶ Ἱερεμίας. ἀλλ’ ὅτε ἐκλέλοιπεν ‟ ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,” τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισανἸούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ.
τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται.
καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι ‘Ἱούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου.” δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἶς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους.
τὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι ταῖς λέξεσι τῆς θείας γραφῆς, πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνῆς λεγούσης ‟ ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε, συνάχθητε καὶ ἀναγγελῶ
ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ισραὴλ τοῦ πατρὸς ὑμῶν.”
φησιν, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. καὶ ἄλλως δὲ τὰ ὧς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσειε τῷ πρώτῳ ἐκείνῳ ἀνδρί.
ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ τὰ ἀποκεί- b μένα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν᾿ ῾ τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου
παρουσίας. τόδε γὰρ, φησὶν, οὐκ ἔσται, ἔστ’ ἂν γένοιτο τόδε.
καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν· ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ - Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, αὐτοῦ, 230 c ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν.”
οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρὸς, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ ‟Ἰούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου καὶ τὰ ἐξῆς ἐπ’ ἐκεῖνον ἀνεφέρετο. πλείστοις δ’ οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν, οὐκ ἐκ
τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς.
d Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ’ αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεὲμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλὼν, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δὰν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς
Λευί.
οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ” (ὡς ἂν οἰη- 371 θείη τις) ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες,
ἀλλ’ ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσι διήρκεσαν οὗτοι του παντὸς
ἔθνους βασιλεύσαντες, ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ b οὐδὲ ὅλων τούτων, καθ’ οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες.
Ἰούδα, τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ’ ὅλων φυλῶν ἐπὶ τῆς Ἰερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας.
ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, ὧν πρῶτος ἦν Ἱερο- βοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἶ καθεξῆς μετὰ τοῦτον, ὡς μηδ’ ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι.
χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ; ὥστε ἐξ ἀπάντων τούτων παρίστασθαι μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν, μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέ- d ρεσθαι τὸ φάσκον λόγιον ‟οὐκ ἐκλείψει ἄρχων ἐξ
Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, μόνως δ’ ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἀπάσης λέγεσθαι ταῦτα νοήσαιμεν.
ἡγήσατο· κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἡ τε χώρα ἐπικέκληται καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον
231 ὡς εἰ σαφέστερον ἔλεγεν, οὐκ ἐκλείψει τοὐ παντὸς 372 ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή.
στάς. ταύτης γοῦν οὔτε τὸ σκῆπτρον, ὡς ὁ Ἀκύλας φησὶ, βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς, οὔτε τὴν ἐξουσίαν κατὰ τὸν Σύμμαχον περιαιρεθήσεσθαι θεσπίζει, ἴως ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται, καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν.
προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ’ αὐτὸν προπάτορσι κεχρηματισμένην ; πρῶτον μὲν οὗν θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶντῶνπαρ’ Ἑβραί- b ὄις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆςἸούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία ’ οὐ δι’ ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ
Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα.
θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευὶ, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῇς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης
οὐ μόνον Αἰγύπτου, ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μα- κροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι’ οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος
καὶ τὴν χώραν ἐπιγράψασθαι ; τίς δ’ οὐκ ἂν ὁμολο- γήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βεν- d ιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρό- πολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κε-
κλήρωτο; ἀλλ’ ὅμως οὐδ’ ἐκ τούτων, οὐδ’ ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς, ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψε τῇ προφητείᾳ ἀκολούθως.
νως οὕτως ἀληθῶςἡ πρόρρησις ἀποδέδοται. ἀπὸγοῦν τὠνΜωσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶμὲν αὐτῶν ἄρχοντες, ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγη- 373 σάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους.
οὐ πάντες ἐκ τῆς Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ’ ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλου σπορᾶς, ἀλλ’ ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ’ αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ
κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας b ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ’ Ἑβραίους χρῂ νοεῖν πραγμάτων, μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος
ἡγουμένων τς καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν, καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ “ Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.”
πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις, καὶ μόνη τοῦ παντὸς ἔθνους c ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως 232 ἐπιλέγεται πρὸς αὐτὴν “αἰ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.” εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν
ἀξίωμα “ σκύμνος λέοντος” εἶναι λέγεται.
καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησι. τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν d τὴν φυλὴν, τίς, φησὶν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν
τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος.
μετασταθήσεσθαι, καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται.
Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα, τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων
ἔθνος χειρωσαμένοις, παρ’ ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων ἰδίως τοῦ ἔθνους αὐτῶν, ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται.
τινος τῶν περὶ τὸν νεὼν τοὐ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὅς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν Ἡρώδην ποιεῖται.
ὕστατον ἡγησάμενον Ὑρκανὸν, ἐφ’ ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελὼν, πρῶτός τε αὐτὸς, ὡς ἔφην, c ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς· καθ’ ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία ‟οὐκ
ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, φήσασα, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ,” ὃν καί φησι γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν.
τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία, ὡς ἂν d ἐκλελοιπότων τῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων, μεταστάσης τε τῆς κατ’ αὐτοὺς ἀρχῆς ἐπὶ Ῥωμαίους καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος
τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ Ματθαῖος δὲ τοῦτο
αὐτὸ αἰνιττόμενος σημαίνει.
375 ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;” δι’ ὧν σαφῶς παρίστησι καὶ τοῦ ἀλλοφύλου τὴν κατ’ αὐτῶν 233 ἀρχὴν, καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ θεοῦ κλῆσιν.
5 Χριστὸν τοῦ θεοῦ ἐγίνωσκόν τε καὶ προσεκύνουν ἀλλόφυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες. οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ’ ἐσχάτου τῆς συστάσεως τοῦ Ἰουδαίων
ἔθνους ἀποτελεσθεῖσα, ὥσπερ οὖν αὐτὸς τοῖς ἑαυτοῦ παυσὶν ἐθέσπισεν εἰπών ‟ συνάχθητε, ἔνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμίν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· b ἐσχάτας ἡμέρας νοούντων ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους.
ἀπαντᾶν ἔμελλεν ; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ
τῶν ἐθνῶν ἀπάντων ἄρχουσα, κατὰ τὸ καὶ αὐτὸς προσδοκία ἐθνῶν. ”
καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσί τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλὴ βασιλικὴ οὖσα, τόν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα, κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν
αὐτοῖς πάλαι διαπρέποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη d προσδοκία τῶν ἐθνῶν εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται.
Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ, ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ μετὰ καὶ τῶν οἰκείων ἡγουμένων τε καὶ ἀρχόντων διαλέλοιπεν, ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλπίδος καὶ προσδοκίας τῶν ἐθνῶν τῶν καθ’ ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθε τὰ ἀποκείμενα τῷ κυρίῳ.
σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος, 376 ἐγερεῖ αὐτόν;” ταῦτα γὰρ καθ’ ἑτέραν διάνοιαν τὰ αὐτῷ ἀποκείμενα, ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν,
πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἶ θεῖοι χρησμοί· τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακὼβ, “ Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν
τοῖς ἔθνεσιν ἐξοίσει” καὶ τὰ ἑξῆς.
δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι.
Δαβὶδ δὲ ἐν πη Ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται, ἐπεὶ μὴ τῷ Δαβὶδ, μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ ‘‘αὐτὸς ἐπικα- c λέσεταί με, πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
6 εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου. ”
καὶ κύριος ἡμῶν. τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ d Ἰούδᾳ ἀποκείμενα ἦν τὰ προφητευόμενα.
τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν ὁπηνίκα τέως μὲν τἀς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τόν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει,
διὰ μὲν τοῦ ψαλμοῦ λέγων ‘‘ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε, ” ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς ‟ ἀπαγγείλατε γὰρ, φησὶ, τοῖς 377 ἀδελφοῖς μου ὅτι ἀνέρχομαι πρὸς τὸν πατέρα μου
καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ”
αὐτοῦ ὁρῶντες, καὶ ὡς καθεῖλεν ἐχθρόν τε καὶ 7 ἐκδικητὴν, τόν τε θάνατον ἄρχοντα τοῦ αἰῶνος τού- b του, ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσι, τὸ τηνικάδε θεὸν αὐτὸν εἷναι πιστεύσαντες προσεκύνησαν.
τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο. ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασε τὰς χεῖρας αὑτοῦ ἐπὶ τοὐ σταυροῦ, καὶ οὕτως αἶ χεῖρες αὑτοῦ φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα
παραχωρούντων αὐτῷ κατὰ νώτου τῶν ἐχθρῶν ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρὶ c ἄσαρκος καὶ γυμνὸς οὑ ἀνειλήφει σώματος ἐπὶ τὸ τῶν ἐχθρῶν κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς
εἰκὸς κατ’ ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολ- λοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι, οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι, ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατ’ ἄνθρωπον καὶ θειοτέραν φύσιν τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ’ ὧν
τὰς χεῖρας ἀφεὶς τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσι φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι ‟ αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.’
ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τὸ ‟αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.”
σε οἶ υἱοὶ τοῦ πατρός σου,’ πάντες δηλαδὴ οἶ κατ’ οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ καὶ αἶ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγ- γελισταὶ, καὶ μετὰ τούτους ἅπαντες οἶ ἐξ ἐθνῶν δι’ αὐτοῦ τὸν ἴνα καὶ μόνον ἀληθῆ πατέρα θεὸν ἐπιγρα- ψάμενοι, οἔτινες θεὸν λόγον ὄντα τὸν Χριστὸν μεμα-
θηκότες ὡς θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται.
βλαστοῦ υἷέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;” σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς.
μου” φησὶν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὢν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου δι’ ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν.
μήθης ὡς λέων καὶ ὡς σκύμνος,” ἐξ ἔθους τῆς γρα- φῆς κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης.
φῶς οἶδεν ὁ φάσκων ‘τίς ἐγερεῖ αὐτόν.’ θαυμαστι- c κῶς δὲ ἐπιλέγει τὸ, τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀνα- στήσων αὐτόν,” ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνα- δεξάμενον ἐκ νεκρῶν ἀναστήσων.
ἄλλος ἢ ὁ τῶν Sλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφὴν ^ ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νε- κρῶν;” ἀντὶ δὲ τοῦ ‘σκύμνος λέοντος Ἰούδα, ἐκ βλ d στοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθη ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησὶ ‘‘σκύλαξ λέοντος Ἰούδα, ἀπὸ ἁλώσεως υἷέ μου ἀνέβης, κάμψας κατεκλίθης.”
θηριαλώσεως υἱέ μου ἀνέβης, ὀκλάσας ἡδράσθης·” δι’ ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ Ἅιδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ δωτῆρος ἡμῶν ἀποφυγή.
διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι. ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ, πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανε τὸ Ἰουδαίων συνειστήκει ἔθνος 5 καὶ οἶ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι
οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ 379 Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς.
κοιμηθεὶς, ἢ ὀκλάσας κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλὼν, οἱ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταὶ πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες ὕστερον καὶ ὡς θεὸν ὡμολόγησαν
εἶναι, καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο τὰ ἀποκείμενα αὐτῷ, ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ ἴως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ.
“ δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον καὶ τῇ ἥλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ c οἴνου καὶ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.”
ἡ ἀληθινὴ, ὁ πατήρ μου ὁ γεωργός ἐστιν.” ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαὸν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ.
πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν d Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς ‟πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην., καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.”
λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ’ ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλὰ ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν
κοινὸς ἀνὴρ καὶ πένης.
ὡς ἐν ἀπορρήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὑτοῦ καὶ τὸ περιβόλαιον ἀπέπλυνε λουτρῷ, δι’ οὗ τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται.
b εἰς τὸν θάνατον αὐτοῦ βαπιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀυποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὣστε αὐτοὺς τῷ τιμίῳ αἳματι τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε
ἐκ τῆς ἀποδορείσης ἀμπέλου οἲνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἂνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδύσασθαι δὲ τὸν νέον τὸν ἀνακαινούμενον εἰς έπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος·
c καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα” πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέεχιν. τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἲνου οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς εἰπὼν “ λάβετε, πίετε, τοῦτό
μού ἐστι τὸ αἷμα τὸ ὐπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἂφεσιν ἁμαρτιῶν· τοῦτο ποιεπιτε εἰς τὴν ἐμὴν ἀνάμνησιν,” δοκεῖ μοι σημαίνειν τοὶ “χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ d ἀπὸ οἲνου” καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αἰτοῦ ἢ γάλα” τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς.
10
Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς, εἰπὼν καὶ ‟ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.” τούτου καὶ ἄλλος ἐμνημόνευσε προφήτης
φήσας ‘‘θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.”
τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προφητῶν ἐγνωσμένους τῇ θείᾳ σαφῶς παραδεδόσθαι γραφῇ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.