ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, 341 καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἴως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. καὶ στήσεται, καὶ ὄψεται,
καὶ ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ ἐν ἰσχύι· κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι. διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.”
ἐκ τῆς παρθένου γεννώμενος, καὶ παιδίον γινόμενος b ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ’ ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραὴλ,
τὰς ἐξόδους ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀνθρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς μεγάλης βουλῆς ἀγγέλῳ.
σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ 5 ἕτερον δὲ παρὰ τούτους οὐδένα.
λείπεται ἐπὶ τὸν μετὰ ταῦτα ἐκ Βηθλεὲμ γενό- d μένον 5 τὸν ἀληθῶς Ἐμμανουὴλ, τὸν πρὸ πάσης κτίσεως 212 προόντα θεὸν λόγον καὶ μεθ’ ἡμῶν θεὸν λεγόμενον, συμπληροῦσθαι τὰ γεγραμμένα, ἐπεὶ καὶ ἡ ἐν Βηθλεὲμ γένεσις αὐτοῦ ἄντικρυς θεοῦ παρουσίαν
ἐδήλου διὰ τῶν κατ’ αὐτὴν παραδόξων.
τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβὶδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς
Δαβὶδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ 342 αὐτῷ γυναικὶ] οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ αὐτοὺς εἶναι ἐκεῖ, ἐπλήσθησαν αἶ ἡμέραι τοῦ τεκεῖν αὐτήν. καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον,
2 φάτνῃ, διότι οὐκ ἣν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἤσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάς σ’ ὄντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὑτῶν· καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς,
καὶ δόξα θεοῦ περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνη.
ἐγένετο, ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἶ ἄγγελοι, οἶ ποιμένες εἶπον πρὸς ἀλλήλους, διέλθωμεν c δὴ ἕως Βηθλεὲμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γενόμενον, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνη. ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.”
δὲ, τὰ περὶ τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν d ἱστορῶν, τοῦτον γράφει τὸν τρόπον “τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν εἰς Ἰερουσαλὴμ, λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς
βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν 3 ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρώδης ἐταράχθη, καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ’ αὐτοῦ.
εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἱουδαίας. οὑτως γὰρ γέγραπται κιὰ τοῦ προφήτου, καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρώδης λάθρα
καλέσας τοὺς μάγους ἠκρίβωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστερος.
τοῦ βασιλέως ἐπορεύθησαν. Και ἰδοὺ ὁ ἀστὴρ, ὅν εἶδον ἐν τῆ ἀνατολῇ, προῆγεν αὐτοὺς, ἑως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σμόδρα.
αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. Καὶ ἀνοίξαωτες τοὺς θησαυροὺς αὑτῶν προσήωεγκαν αὐτῷ b δῶρα, χρυςὸν καὶ γίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμφαι πρὸς Ἡρώδην δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτπῶν.’’
κατελθούσης παραδόσεως, τοῖς τῶν τόπων ἱστορίας χάριν εἰς τὴν Βηθλεὲμ ἀφικνουμένοις μαρτυροῦσι τῷ λόγῳ πιστούμενοι τὴν ἀλήθειαν διὰ τῆς τοῦ ἄντρου c δείξεως, ἐν ᾧ τεκοῦσα ἡ παρθένος κατατέθειται τὸ βρέφος, ἐφ’ οἶς ἡ προφητεία φησὶ “ διὰ αὐτοὺς ἕως καιροῦ τικτούσης. τέξεται, καὶ οἱ ἐπίλοιποι
τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν.”
καιρῶν καὶ τοῦ ἐξ αὐτῆς ἀποτεχθέντος καὶ τὰ τοῦ προτέρου λαοῦ συνειστήκει, δοθείσης αὐτοῖς προθεσμίας ‘‘ἕως καιροῦ τικτούσης,” τοῦτ’ ἔστιν, ἕως d τῆς παραδόξου γενέσεως τοῦ ἐκ τῆς παρθένου τεχθέντος, μεθ’ ὃν ἤρθη μὲν αὐτῶν ἡ βασιλεία, οἱ δὲ ἐπίλοιποι
τῶν ἀδελφῶν αὐτῶν, οὗτοι ἂν εἶεν οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἡμῶν, οὓς ἐπιστρέψαντας αὐτὸς ὁ κύριος ποιμαίνειν λέγεται, οὐ καθὼς τὸ πρὶν δι’ ἀγγέλων ἢ διὰ θεραπόντων ἀνθρώπων, ἀλλ’
αὐτὸς δι’ ἑαυτοῦ, ὥστε διὰ τοῦτο μεγαλυνθῆναι αὐτοὺς ἕως ἄκρων τῆς γῆς. ἐμεγαλύνθησαν γὰρ ὅτε “εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματ’ αὐτῶν.”
γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ 344 κύριος δι’ ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ ποιμανεῖν ἐν ἰσχύι· λέγεται, ὥστε ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ πρὸς
τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων.
δι’ ὧν ἔλεγεν “ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἶ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ τὰ ἐξῆς·
ἐπιλέγων ἔφασκε “δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.” σαφὲς δὲ καὶ ἀπὸ c τῶν ἐξῆς τοῦ αὐτοῦ προφήτου ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοὐ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν
καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων. ἐπιλέγει δ’ οὖν ἑξῆς ‘καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ πολλοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου.”
τὸν πρὸ αἰώνων ἀπὸ τῆς Βηθλεὲμ ἐξελεύσεσθαι ἀνακηρύξας, οὐκέτι τοῦ Ἰσραὴλ μόνου, ἀλλὰ ἀθρόως 214 πάντων ἀνθρώπων ἴως καὶ τῶν ἄκρων τῆς γῆς ἄρξειν αὐτόν φησι· λέγει δ’ οὖν “καὶ στήσεται, καὶ d καὶ ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ ἐν ἰσχύϊ κύριος, καὶ
ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.’
4 μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν παντί τῳ πρόδηλον.
ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δὲ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ Ἀράβων ὡσαύτως, καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων 345 τε ἐθνῶν ἔθνεσι καὶ πόλεων πόλεσι, πολιορκιῶν
τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ, πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν ἐθνῶν ἐπικρατήσαντος, λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη
δὲ διελάμβανε τὴν σύμπασαν γῆν, τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν “διότι νῦν μεγαλυνθήσονται b ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.’
‘‘ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.” διό μοι δοκεῖ ἄρχων εἰρήνης ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνομάσθαι. ἐπίστησόν γε μὴν τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος
ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζόμενον ἐν τῇ Βηθλεέμ.
Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνή- 5 θως τής ιεράς γραφής τον αληθή 'ΐσραήλ κατά διά- νοιαν πάντα τον διορατικόν καϊ άρεστώς θεώ βιούντα έπονομαξούσης, ως έμπαλιν τ ους έκ περιτομής οπόθ' άμαρτάνοιεν, Χαναναίους καϊ σπέρμα Χαναάν καϊ ουκ 'Ιονδα, άρχοντάς τε Σοδόμων καϊ λαόν Γομόρ-
d ρας, έμφερώς αυτών τοΐς τρόποις άπο καλούσης.
ποιμένες, καϊ οκτώ δήγματα ανθρώπων, καϊ τά τού- τοις ακόλουθα, ά καϊ οποίας έχεται διανοίας ου τού παρόντος τυγχάνει διηγήσασθαι καιρού.
έπαναστάσεις κατ' αυτών γεγονέναι, δ σαι δηλού νται διά τών επτά ποιμένων καϊ δια τών οκτώ δηγμάτων' ταύτα δύνασθαι είδέναι τους τά 'Λσσυρίων Ιστο- ρηκότας, ων έπϊ τέλει τον έκ τής Βηθλεέμ προφη- τευόμενον γεγονέναι, μετά τους επτά δηλαδή ποιμένας
και τά οκτώ δήγματα τοΐς 'Λσσυρίοις συμβάντα έν ύστέροις χρόνοις τής εις τήν 'ΐουδαίαν αυτών έφόδου. ταύτα πλείστης έρεύνης δεόμενα ου νύν πολυ- πραγμονεΐν καιρός.
μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου ’ εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν Ἐφραθὰ, εὕρομεν αὐτὴν
ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ d ἔστησαν οἱ πόδες αὐτοῦ.”
ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.’
ἁγίασμά μου.”
μαφεῖν, εἶτ’ εὐξάμενος παιδεύεται.
b ἀναβήσεσθαι ἐπὶ κλίνης στρωμνῆς αὑτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον, ἴστ’ ἂν εὕρῃ 215 τόπον τῷ κυρέῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακὼβ, τοῦτ’ ἔστιν, ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ.
γνῶναι ποθήσας οὐκ εἰς μακρὸν τῷ θείῳ παευματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοὐ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι.
c τοῦ κυρίου καὶ τοῦ σκηνώματος τοῦ θεοῦ Ἰακὼβ συστησομένου. ταῦτα τοιγαροῦν τοῦ θείου πνεύματος ἐν αὐτῷ θεσπίσαντος, αὐτὸς αὑτοῦ ἐπακούσας ἐπιλέγει “ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά.
Γενέσεως, ἔνθα περὶ τῆς Ῥαχὴλ εἴρηται ὅτι ἔθαψαν αὐτὴν ἐν τῷ ἰπποδρόμῳ Ἐφραθὰ, αὕτη ἐστὶ Βηθλεέμ.”
d τὴν τοὐ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ’ ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ, ὡς ἐν σκηνώματι, ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσε; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς
7 τοῦ θεοῦ Ἰακὼβ λέγεται τὸ σκήνωμα εἶναι, διὰ τὸ μὴ ἄλλον εἷναι τὸ σκηνῶσαν ἐν αὐτῷ ἢ τὸν τῷ Ἰακὼβ ἐν ἀνθρώπου εἴδει καὶ σχήματι ὀφθέντα θεὸν, δι’ ὃν καὶ τῆς ἐπὶ τῷ Ἰσραὴλ προσωνυμίας ἠξιώθη ὁρῶν 216
θεὸν, τοῦτο γὰρ ἐρμηνεν́εται τὸ ὄνομα, προσαγορευθείς· οὐκ ἄλλου δὲ ὄντα τοῦ θεοῦ λόγου τὸν τῷ Ἰακὼβ ὀφθέντα ἐν τοῖς πρώτοις τῆς μετὰ χεῖρας ὑποθέσεως παρεστήσαμεν.
τόπον καὶ τὸ σκήνωμα ὁ ἐπὶ τῆς Βηθλεὲμ τόπος, διόπερ 348 εἰπὼν ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά” ἐπιφέρει λέγων προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἶ πόδες αὐτοῦ.”
ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προφητείᾳ φησάσῃ “καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ἐκ σοῦ μοι ἐξελτύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος,” ἅπερ ἀρτίως ἐξετάσαντες
ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ’ ἐφ’ ἕτερον ἢ b ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἐν Βηφλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημένον.
χρόνους προελθόντα· οὔτε γὰρ βασιλεὺς οὔτε προφήτης, οὐδ’ ἕτερός τις τῶν παρ’ Ἑβραίοις θεοφιλῶν ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ, ὁμοῦ καὶ ἐκ σπέρματος Δαβὶδ καὶ αὐτόθι γεγεννημένος ἀποδείκνυται.
εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν, ὅτι τε σαφῶς ἐν τοῖς ἐξῆς ὁ c αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων τοῦτο παρίστησι δι’ ὧν φησιν “ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον Χριστοῦ σου.” καὶ πάλιν “ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου, τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά
μου.”
δ’ ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτὸς, τὸ ἀνφρώπειον σκῆνος, δι’ οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν.
ἡγοῦμαι θεὸν Ἰακὼβ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν τυγχάνοντα αἰῶνος ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηφήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ’ ἢ ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ’ ἄλλος μετὰ τοὺς
τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας άνθρώπους 349 ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἀπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται.
ἐξ αὐτῆς σωτῆρος ἡμῶν ὄντος θεοῦ λόγου, ψυχῶν λογικῶν θρεπτικοῦ. ὃ καὶ παρίστησιν αὐτὸς λέγων "ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.”
8 πρόοδον ἐξ αὐτῆς ἐποιήσατο, ἀκολούθως ταῖς προφητικαῖς b προρρήσεσιν, ὥστε οὐκ ἄδηλον εἶναι καὶ τὴν αἰτίαν δι’ ἣν πατρίδα τὴν Βηθλεὲμ ἐπεγράψατο.
Ναζωραῖος κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα Ἑβραικὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ’ αὐτοῖς χριστοῦ. ἦν δὲ οὗτος ὁ ἄρχων κατ’ εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως 217 τοῦ Χριστοῦ τοῦ θεοῦ 5 σκιώδη τινὰ καὶ τυπικὸν
Χριστὸν ἐπιφερόμενος.
ἔλαιον ἀλείμματος θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ δὲ Σύμμαχος “ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ Θεοδοτίων “ὅτι ναζὲρ ἔλαιον τὸ χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ.”
κατὰ δὲ τὸν Ἀκύλαν ἀφόρισμα, κατὰ δὲ τὸν Σύμμαχον ἄθικτον, ὥστε ἐκ τούτου τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον, ἢ τὸν ἀφωρισμένον, ἢ τὸν ἄθικτον. ἀλλ’ οἶ μὲν πάλαι ἱερεῖς δι’ ἐλαίου σκευ- d αστοῦ, τοὐ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι,
παραγωγῶς ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι.
τοῦ καλουμένου ναζέρ ἐλαίου ναζιραῖος γεγονὼς, 9 ὢν μὲν τῇ φύσει τοιοῦτος, κληθεὶς δὲ καὶ παρ’ ἀνθρώποις Ναζιραῖος ἀπὸ τῆς Ναζαρὲθ, ἔνθα παρὰ τοῖς κατὰ σάρκα γονεῦσι τὴν ἐν παισὶν ἀνατροφὴν 350 ἔσχηκε.
εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρὰ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.”
καὶ ἀφωρισμένον, ἐξ ἀνθρώπων κληθῆναι ταύτῃ τῇ προσηγορίᾳ· ἀλλ’ ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχε τῆς προσηγορίας, μὴ δεηθεὶς ἀνθρωπίνου b πίνου χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐκτήσατο.
ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ ‘Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε c τὸν Ἰσαὰκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ
ἐγέννησε τὸν Ἰούδαν” καὶ τὰ ἐξῆς.
10 δ’ ἄν σύμφωνα ταῦτα ταῖς οὕτως ἐχούσαις προρρήσεσιν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.