δαίων ἔθνους καὶ σημεῖον αὐτοῖς ἀπὸ κυρίου διδό- διδόμενον. ἦν δὲ τοῦτο παρθένος θεὸν γεννῶσα, ἐφ’ οὗ c τῇ γενέσει καθαίρεσις παντελὴς τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, καὶ ὡς ἀλλόφυλοι καὶ πολέμιοι τὴν χώραν αὐτῶν καθέξουσιν, καὶ ὡς ἡ πρὶν ἔρημος τῆς ἐνθέου
τυχοῦσα γεωργίας εὐφορήσει.
πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο,” φήσας· τούτοις ἑξῆς ἐπάγων ‟καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.”
προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων ‟εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. ἕξ πτέρυγες τῷ ἐνὶ. καὶ ἕξ πτέρυγες τῷ ἐνί· καὶ ταῖς μὲν δυσὶ
ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον 310 τοὺς πόδας· ταῖς δὲ δυσὶν ἐπέταντο. καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.
λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπε πρός με, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ
ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, b μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ
1 εἷπεν, ἴως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους.”
ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου c προμεμαθήκαμεν. μέλλων τοιγαροῦν τὴν εἰς άνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν τὴν
ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι’ ἧς φησιν ἑωρακέναι αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.
τοῦ αἰῶνος, ἐφ’ ὃν καὶ ὁ ἀνωτάτω τῶν ὅλων ποιητὴς θεὸς πατήρ τε αὐτοῦ ὡς ἂν μονογενεῖ καὶ ἀγαπητῷ καθέζεσθαι παρεκελεύετο λέγων ‟κάθου ἐκ δεξιῶν d μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”
εἰς τοὺς τόπους ἑρμηνείαν Ἰωάννης ὁ εὐαγγελιστὴς, ὃς παραθέμενος τὰς προκειμένας τοῦ Ἡσαΐου φωνὰς, 192 ἐν αἷς εἴρητο ‟ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτόν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν” ἐπιφέρει περὶ τοῦ
Χρι.στοῦ λέγων ‟ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησε περὶ αὐτοῦ.”
ἐξῆς τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἐκ 2 παρθένου γέννησιν ὑπογράφειν προμαρτύρεται τὴν 311 εἰς πᾶσαν τὴν γῆν μέλλουσαν ἔσεσθαι γνῶσίν τε καὶ δοξολογίαν, τὰ Σεραφὶμ εἰσάγων κυκλοῦντα αὐτὸν καὶ φάσκοντα ἅγιος ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.”
Σεραφὶμ τὰ τὸν Χριστὸν τοῦ θεοῦ δορυφοροῦντα ἢ τάχα ἴσως ἀγγέλων καὶ θείων δυνάμεων χοροὶ, ἢ καὶ προφητῶν καὶ ἀποστόλων; ἑρμηνεύεται γὰρ τὰ Σεραφὶμ “ἀρχὴ στόματος αὐτῶν.”
b γέγονε τοῦ σωτηρίου κηρύγματος, διὸ ταύτης ἔτυχον τῆς προσηγορίας, ὡς καὶ τοῦ ἁγίου πνεύματος αἶ δυνάμεις πτέρυγες ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρρητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ
δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων.
c ἑρμηνεύεται ἐμπρησμοί. διὸ εἴρηται ‟ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.”
πάντων παραδοξότατον θεολογοῦντες, ὅτι δὴ μὴ μόνον οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ πάντα πλήρη τυγχάνει τῆς δοξολογίας αὐτοῦ, ἀλλὰ καὶ πᾶσα ἡ γῆ τῆς αὐτῆς μετέσχε δυνάμεως διὰ τὴν ἐξ οὐρανῶν εἰς ἀνθρώπους αὐτοῦ θεσπιζομένην κάθοδον, ἣν προιὼν ἐξῆς
3 ὁ λόγος προφητεύει, τὴν ἐκ παρθένου γένεσιν καὶ τὴν διὰ ταύτης εἰς πᾶσαν τὴν γῆν ἐφαπλωθεῖσαν δοξολοίαν d αὐτοῦ κηρύττων.
ἀρχιστράτηγος δυνάμεως κυρίου, ὃν καὶ ἐν κγ΄ Ψαλμῷ κύριον Σαβαὼθ αἶ θεῖαι πάλιν ἀποκαλοῦσι δυνάμεις, τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ θεσπίζουσαι δι’ ὄν φασιν ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται
ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.’ τὸ γοῦν Ἑρβαϊκὸν πάλιν ἐνταῦθα 312 κύριον Σαβαὼθ αὐτὸν καλεῖ.
αὐτοῦ ἔμελλε πᾶσα ἡ γῆ πληροῦσθαι τῆς δόξης αὐτοῦ, εἰκότως τὸ μέλλον ἔσεσθαι ἔν τε τῷ προφήτῃ λέλεκται καὶ ἐν τῷ Ψαλμῷ· ἐν μὲν τῷ προφήτῃ διὰ τοῦ ‘‘πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ,’ ἐν δὲ τῷ Ψαλμῷ διὰ τῆς ἀρχῆς φασκούσης ‟τοῦ κυρίου ἡ τῆ
καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἶ κατοικοῦντες ἐν αὐτῄ.”
καὶ εἶπε κύριος (αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος κύριος Σαβαὼθ,) τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγὼ, ἀπόστειλόν με. καὶ εἶπε, πορεύθητι, καὶ εἷπον τῷ λαῷ 193 τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες
βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ 4 καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε c ἴδωσι τοῖς ὀφθαλμοῖς αὑτῶν καὶ τοῖς ὠσὶν αὑτῶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.”
τὴν ἐσομένην εἰς αὐτὸν ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ, καὶ ὡς ὄψονται μὲν αὐτὸν, οὐ μὴν προσέξουσι τίς εἴη, λέγοντός τε ἐν αὐτοῖς καὶ διδάσκοντος ἀκούσονται, οὐ μὴν καὶ συνήσουσιν οὔθ’ ὅστις ὢν αὐτοῖς διαλέξοιτο οὔθ’ ἅπερ αὐτοῖς τῆς καινῆς διδασακλίας
παραδώσει μαθήματα.
εἶπε, κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἔνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι
τῇ καρδίᾳ καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. ταῦτα εἶπεν Ἠσαίας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησε περὶ αὐτοῦ.”
τὸν ἑωραμένον τῷ προφήτῃ κύριον κατὰ 313 τὴν περὶ αὐτοῦ πρόρρησιν. τῷ γοῦν προφήτῃ ἑωρακότι τὸν κύριον Σαβαώθ φησιν ὁ χρησμὸς εἰπεῖν τῷ Ἰουδαίων ἔθνει ὅτι δὴ καὶ αὐτοὶ ὄψονταί ποτε τὸν αὐτὸν, ἀλλ’ οὐ συνήσουσιν ὅστις εἴη, καὶ ἀκούσονται
5 αὐτοῦ λέγοντος ἐν αὐτοῖς καὶ διδάσκοντος, ἀλλ’ οὐ νοήσουσι, διὰ τὸ πεπωρῶσθαι αὐτῶν τὴν καρδίαν.
κατὰ τοῦ Ἀχαζ, ὃς ἐπεῖχε τότε τὰ τῆς βασιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν b γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερε νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν
δυνάμεων, (περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματείας διεληλύθαμεν, ὧς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ’ αὐτήν γε τὴν ἄθεον εἰδωλολατρίαν καταβεβληκότων), οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ
μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θ’ ἑοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκῆνος c ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ ἡ τούτου χρεία ἦν καιρὸς ἂν εἴη διαλαβεῖν.
τὸν κόσμον, φησὶν ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ θανάτου βραβευθῆναι d νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι,
μηκέτι ἁμαρτίας αὐτοῦ, ἀλλὰ δικαιοσύνης κρατούσης.
τίνων δὲ ἐχθρῶν, ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς 6 ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ 194 ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα, καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παραδοξοποιίας ἀνθρώπων 314 ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστήσοντα,
μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι, ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλμοῖς, οὐδ’ ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου.
καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον λόγον αὐτὸς ὁ θεὸς λόγος ἀνελάμβανε, καὶ πάντα γε δι’ αὐτοῦ τὰ σωτήρια τοῖς b αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε καὶ ἔργων προεβάλλετο.
τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ’ οὕτως οἷα ἀνθρώπου ψυχὴ τῷ σώματι πεδούμενος ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ θεῖα, μηδὲ πανταχῆ παρεῖναι θεοῦ λόγον ὄντα, καὶ
τὰ πάντα πληροῦντα καὶ διὰ πάντων ἥκοντα·
τῶν οἰκείων μεταδιδοὺς, ἀλλ’ οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων
τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν νἄ τι ἀκτῖνες νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι; τῷ δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητὸν, d ἀπετελεῖτο· ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος βουλαῖς τε καὶ πράξεσι διηκονεῖτο. τοῦτο
οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς ἄνωθεν ἐκ παλαιῶν χρόνων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις. σφόδρα
δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέσεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφὲς, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ ἐὰν μὴ πιστεύσητε, 315 οὐδὲ μὴ συνῆτε.’
καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δὴ οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν
ἀγῶνα καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ παρθένος b ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται
τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.”
ἐπιστήσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ μαρτυρα- 7 c μένω τοῖς ἐντυγχάνουσιν, ὅτι ’ ἐὰν μὴ πιστεύσωσιν οὐδὲ μὴ συνῶσι. καὶ ἀναγκαίως χρῆν ἐπισημήνα- σθαι, δεικνύντας ὅτι μὴ μόνον συνέσεως, ἀλλὰ καὶ πίστεως δεῖ τοῖς ἐντευξομένοις ^ καὶ οὐ μόνον πί- στεως, ἀλλὰ καὶ συνέσεως. ὅθεν οἶ ἐκ περιτομῆς μὴ
πιστεύσαντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ, εἰσέτι καὶ νῦν τούτων ἀκροώμενοι, οὔπω καὶ εἰς δεῦρο συνῆ- 195 κὰν τὸν προφητευόμενον y ὥστε ἐπ’ αὐτοῖς πρώτοις ἐπαληθεῦσαι τὴν πρόρρησιν.
ἀκούοντες ὠσὶ διανοίας οὐκ ἀκούουσιν. τῆς τε d ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἴτερον ἢ ἀπιστία τυγχά- τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς ἀποφηναμένης. ἐὰν γὰρ, φησὶ, μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.
μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν xfj γραφῇ, (οὕτως γάρ φασι φέρεσθαι παρ’ αὑτοῖς) καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν οἷα καὶ πάσαι γυναῖκες ἐξ ὁμι- λίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα νεᾶνίς τις ἔμελλε ;
πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος ; καὶ οὐχ ἁπλῶς θεὸς, ἀλλ’ ὁ μεθ’ ἡμῶν; τοῦτο γὰρ σημαί- σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶ δεῖν ὀνομά- ὀνομάζειν τὸν γεννώμενον. ἰδοὺ γὰρ ἡ παρθένος, φησὶν, 316 ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ
ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.”
Eβραίων τὸ γένος, ἐπ’ ἀκριβείᾳ δὲ τῆς πατρίου παι- δείας δεδοκιμασμένων, ἑρμηνευομένοις ὧδέ πως φέ- ρεται ‟μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει b κύριος αὐτὸς ὑμῖν σημεῖον.
μεθ’ ἡμῶν θεός·” (τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα·) ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις, (προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος) ὅμως δ’ οὖν καὶ κατ’ αὐτὸν τοῦτον εἴρηται
τὸν τρόπον ‟ἀκούσατε δὴ οἶκος Δαβὶδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν κύριον θεόν μου; διὰ τοῦτο δόσει αὐτὸς c ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ αυλλαμβάνει, καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.”
Δαβὶδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.”
τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχε τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν οὐκ αὔταρκες ὑμῖν, φησὶ, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν, καὶ ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ’ ἤδη
καὶ τὸν θεόν μου κοποῦτε, καὶ ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;” οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν.
εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, τὸ εῖς ἀνθρώπων γένεσιν ἐλθεῖν, κατὰ μὲν ἡμὰς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ παρθένου γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην ἐκ νεάνιδος; εὕροις δ’ ἂν παρὰ
Μωσεῖ καὶ τὴν ὁμολογουμένως παρθένον νεᾶνιν 196 προσηγορευμένην, τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην, ὑφ’ ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι.
ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν ἢ γνῶναι πονηρὰ, καὶ ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ, ἀλλ’ ἐν τῇ τοῦ παιδίου.
ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν”, δι’ ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται c τὴν ἐπωνυμίαν ὁ μεθ’ ἡμῶν ὑπάρχων θεός.
ὁμοῦ δὲ καὶ ὕψος· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον, ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν, ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν.
8 θεὸς ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ’ ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἶ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα,
τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, d ἀλλ’ οὔτε ὁ μεθ’ ἡμῶν θεὸς Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ’ αὐτῷ· ἀλλ’ οὐδὲ ἀγὼν ἢ μόχθος τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν· καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας
ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας.
προρρήσεως, πολλοῦ δεῖ ἐφ’ ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρόνους γενομένων, ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουήλ, 318 τοῦτ’ ἔστι τοὐ γεγονότος μεθ’ ἡμῶν θεοῦ, γενέσεως, καὶ ἐπὶ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου
εἰς ἀνθρώπους ἐπιδημίας.
ἂν ἀποδοθείη. κατὰ γὰρ βασιλέα Ἄχαζ καὶ Ησαΐαν υἱὸν Ἀμὼς καὶ τοὺς τῆς προφητείας χρόνους, βασιλεὺς Συρίας ὁ ἐν Δαμασκῷ καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ, οὐχ ὁ ἐν Ἰερουσαλὴμ, ἀλλ’ ὁ τοῦ πλήθους b τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου,
συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις τοῦ Δαβὶδ βασιλευομένους
καταλυθήσεσθαι καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου μεθ’ ἡμῶν θεοῦ γενέσεως. c
καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη Δαμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα.
δηλουμένων παρῆν ὁρᾶν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρῆν περαιτέρω ζητεῖν, μόνον δὲ ἔτι καὶ νῦν 197 εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δὲ ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν Δαμασκῷ μήτε ἐν τῇ Ἰουδαίᾳ καθ’ ἡμᾶς
αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχε τὸ λόγιον φῆσαν “καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν, τῶν βασιλέων ἀντὶ τῶν βασιλειῶν 319 ὠνομασμένων.
ἡ γῆ, ἀφ’ ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.” καὶ ὁ Ἀκύλας “ἐγκαταλειφθήσεται ἡ χθὼν, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.”
ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.”
ἀποκάμνων ἢ ἐγκακῶν ἀπ’ αὐτῆς. πότ’ οὖν τοῦτο γέγονεν; τούτων γὰρ συμπερασθέντων πᾶσα ἀνάγκη καὶ τὸ προλεγόμενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν παρθένον τεκεῖν τὸν μεθ’ ἡμῶν θεόν.
τὰς ἱστορίας ἐξετάζουσιν ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμάσκου συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον. μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν, καὶ τοῦ
Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενε βασιλεία· οὐ γὰρ ἀπὸ γένους ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης, καὶ οἶ μετ’ αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι.
ἀνθρώπους τοῦ ἐκ τῆς παρθένου παιδὸς κήρυγμα καταλέλειπται αὐτίκα ἡ γῆ ἀπὸ προσώπου τοῖν δυοῖν βασιλέων. ἐξ ἐκείνου γὰρ τῆς Ῥωμαίων μοναρχίας τῶν ἐθνῶν ἐπικρατησάσης λέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία, τέλος
δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας.
θεὸν, αὐτὸν δὴ τὸν Ἐμμανουὴλ., παραδεξαμένης. d 9 ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς τῶν ἀνθρώπων ψυχῆς βασιλεύοντος οἶ πρὶν ἀποπεφεύγασι πολέμιοι, δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρίαν καὶ τὴν ἐν πολυτρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις
καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν.
τῆς κατὰ τὸν νόμον τοῦ θεοῦ λατρείας 320
καὶ ὁ λόγος θεσπίζει, τὰς μὲν ἀπ’ Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα ἀποξυρήσειν, ἄνθρωπον δὲ δάμαλιν βοῶν καὶ δύο πρόβατα θρέψειν, καὶ ἄλλα τινὰ καθ’ ἴνα b καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι οὐδαμῶς πρὸς λέξιν
νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα.
οὕτως ἦν μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μάριας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων παραδειγματίσαι αὐτὴν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.
10 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου c κατ’ ὄναρ φαίνεται αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.”
ἑξῆς δὲ τούτοις τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δὲ ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουὴλ, φέρε κατανοήσωμεν.
ἐν χώρᾳ Ἀσσυρίων, καὶ ἐλεύσονται, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ, τῷ μεμισθωμένῳ,
πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν, 321 καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.
ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς 11 ἐπὶ τῆς γῆς.
b οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος. ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.”
ἔχεται θεωρίας ὥρα διελθεῖν, τὴν διάνοιαν ἐπιτεμνομένους. “συριεῖ, φησὶ, κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἔστιν ἐν χὠρᾳ Ἀσσυρίων.”
c δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνομαζομέναις, καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις· τῇ δὲ μελίσσῃ ζῴῳ ἐπιφερομένῳ, βασιλεύειν τε καὶ βασιλεύεσθαι καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώσκειν
εἰδότι τοὺς ἀνθισταμένους.
τῆς Ἰουδαίας ἀπάσης ἐπικρατήσειν, διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ, φησί· σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἰερουσαλὴμ καὶ τὴν Ἰουδαίαν 199 γῆν.
ὀνόμασιν ἐθέσπιζεν εἰπὼν “καὶ Ἰερουσαλὴμ ἔσται 12 πατουμένη ὑπὸ ἐθνῶν.’ ὃ καὶ τέλους ἔτυχε, μετ’ οὐ πολὺν χρόνον τῶν τοῦ σωτῆρος ἡμῶν φωνῶν Ῥωμαίων τὴν πόλιν ἑλόντων, ἀλλοφύλους τε ἄνδρας αύτόθι κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων.
κόσμον αὐτῶν καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς.
ἀπὸ τῆς Ἐβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους· ὥστε εἶναι Ῥωμαίους τοὺς νῦν κατευθύνοντας,
πᾶσαν αὐτῶν τὴν ἀνδρείαν διὰ τοῦ πώγωνος καὶ τῶν b τριχῶν τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν ὅλων θεός.
τὸν κόσμον διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἀντὶ δὲ τοῦ “βασιλέως “ βασιλέως Ἀσσυρίων” ὁ μὲν Ἀκύλας Ἀσσθρίων,” ὁ δὲ Θεοδοτίων “ἐν τῷ βασιλεῖ Ασσυρίων” συρίων” ἐκδέδωκεν, ὁμοίως δὲ καὶ Σύμμαχος, σαφὲς ποιοῦντες ὅτι μὴ τοὐ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν
ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ’ ἐν τῷ αὐτοῦ ξυρῷ c καὶ ἐν αὐτῷ τε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος.
χρόνους ἐθνῶν βασιλείᾳ.
ὁρῶμεν.
ἅς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προσηγορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας ἀεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσήκοντος παραστήσομεν.
τῆς αὐτῆς ἀποδόσεως πρὸς ἐμαυτὸν διερευνώμενος 323 οἶμαι δι’ οὐδὲν ἕτερον μὴ ὀνομαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους
διδασκαλίαν, καὶ τὰς προφητικὰς γραφὰς ἐπ’ αὐτῆς τε τῆς Ῥωμαίων πόλεως καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι δημοσιεύεσθαι.
b ὁ λόγος ἐπεκρύψατο ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ Δανιὴλ θεωρίαις, ὥσπερ οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ κατευθύνοντας αὐτοὺς ὀνομάζει προσειπὼν Ἀσσυρίους.
ἀφανισθήσεσθαι θεσπίζει.
φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.”
προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἐχομένου δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς, τὸ τούτων γάλα ποριζομένου· ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν
πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορὸν, ὧν ἕκαστος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γεγονὼς,” καὶ διὰ τοῦτο “ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς ὠνομασμένος d θρέψειν λέγεται δάμαλιν βοῶν καὶ δύο πρόβατα, τρία καθ’ ἑκάστην ἐκκλησίαν τάγματα, ἕν μὲν
τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς διὰ λουτροῦ παλιγγενεσίας ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος ‘‘γάλα ὑμᾶς ἐπότισα, οὐ
βρῶμα·” τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτας ἕξει 13 δάμαλιν βοῶν εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως 324 λέγει;
ἐκκλησίας προεστώτων, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμένων, δάμαλις ὠνομασμένη βοῶν, γεννήματα τυγχάνουσα τῶν ἀποστολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐπιδώσειν λέγονται ὡς ἐκ πολυγονίας τοσοῦτον
προβάλλεσθαι γόνιμον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν.
χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, προαναφωνεῖ· τί δὲ τοῦτο; “πᾶς τόπος, φησὶ, τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ’ οὖ ἦσαν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. μετὰ γὰρ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, δῆλον δ’ ὅτι οἱ πολέμιοι)
ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ.”
θεσπίζει· δυνάμεις τε ἀκαθάρτους καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας, ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων, τοῦ κυρίου συρίσαντος καὶ ὡσπερεὶ παρορμήσαντος καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ
14 τὸ τοιούτων ἀξίαν γεγονέναι.
αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσι τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, d κατὰ δὲ τὴν πρόχειρον λέξιν, καθ’ ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας 201
κατειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ είδωλολάτρας ἀνθρώπους έν πάσαις αὐτῶν πόλεσί τε καὶ χώραις ἀναπεπαυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος, ἀλλὰ ξυρῷ τοῦ νενοημένου ἡμῖν βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν αὐτῶν
καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα, πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, ξυρήσειν.
λογικῶν εὐπορεῖν, μήτε στερεᾶς καὶ πνευματικῆς 325 τροφῆς, ἀγαπᾶν δὲ γάλακτι τρέφεσθαι τῷ νηπιώδει καὶ εἰσαγωγικῷ λόγῳ. ἔτι πρὸς τούτοις καὶ τὰς ἀμπέλους αὐτῶν εἰς χέρσον ἔσεσθαι.
δεσπότης αὐτῶν “τοῦ ποιῆσαι σταφυλὴν τὸν ἀμπελῶνα, ὁ δὲ ἐποίησεν ἀκάνθας,” καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν· διὸ καὶ ἀφαιρῶν τὸν φραγμὸν αὐτοῦ καὶ καθαιρῶν τὸν τοῖχον εἰς χέρσον καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ τοῖς ἐχθροῖς παραδώσειν
αὐτὸν, οὓς μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσεσθαί 15 b φησιν ἐκεῖ τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως, ἀλλ’ εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ χέρσος καὶ ἄκανθα αὐτῶν γέγονε πᾶσα ἡ γῆ.
φησὶν, ἐκεῖ μετὰ βέλους καὶ τοξεύματος οἶ τὴν κατ’ αὐτῶν ἐξουσίαν εἰληφότες. μὴ θαύμαζε δ’ εἰ καὶ ταῦτα συνεσκιασμένως καὶ δι’ αἰνιγμάτων ἀποδέδοται.
c τὸν ἔσχατον τοῦ Ἰουδαίων ἔθνους ὄλεθρον, ὡς ἂν φυλάττοιτο παρ’ αὐτοῖς ἡ γραφὴ εἰς ἡμῶν τῶν ἐθνῶν βελτίωσίν τε καὶ ὠφέλειαν.
αὐτὰς ἐσπούδασε τῶν ἐκ περιτομῆς, ἀλλὰ ὡς αὑτοῖς ἐναντίας οὔσας καὶ ἐχθρὰς διέφθειραν ἂν αὐτὰς, καὶ οὐκέθ’ ἡμῖν τοῖς ἐξ ἐθνῶν παρῆν ταῖς τῶν προφητῶν περὶ τοῦ σωτῆρος ἡμῶν καὶ περὶ ἡμῶν αὐτῶν d μαρτυρίαις χρήσασθαι.
τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων κατὰ τὴν ἑτέραν ἑρμηνείαν, σπάνιός τις ἔσεσθαι λέγεται ὁ καταλειφθεὶς ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν. ὃς δὴ θρέψει δάμαλιν βοῶν καὶ δύο πρόβατα,
καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται.” τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
16 φητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου, καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν ἐκ θατέρου μέρους
πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι προφητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ 326 ἐκκλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν “οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.” τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς
τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ τούτων ἀνηγορεῦσθαι.
ὡς ἐπιτήδειον καταστῆναι εἰς βόσκημα προβάτου 202 καὶ καταπάτημα βοός.
λογικῆς καρποφορίας ἐπὶ τοσοῦτον βλαστῆσαι ὡς καὶ τοὺς προβατώδεις καὶ ἁπλουστέρους ἀπολαύειν αὐτῆς δύνασθαι, τούς τε ἐν ἔξει τελειοτέρᾳ προβεβηκότας ἀροῦν καὶ γεωργεῖν αὐτὴν, βόας προσαγορευομένους, ὥσπερ οὖν τὸν θεῖον ἀπόστολον παιδεύοντα πσρεστήσαμεν
έν τῷ φάναι “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ὑμᾶς πάντως λέγει; δι’ ὑμᾶς γὰρ ἐγράφη ὅτι c ὀφείλει ὁ ἀροτριῶν ἑέ ἐλπίδι ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετἐχειν.”
ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν. ἐπίστησον 17 δὲ τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν τὸ πρὶν οὖσαν χιλίων σίκλων εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν, d πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς
ἄκανθαν καὶ εἰς χέρσον παραδοθήσεσθαι τοῖς μετὰ βέλους καὶ τοξεύματος εἰσελευσομένοις· τοὐναντίον δὲ πείσεσθαι πᾶν ὄρος· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης μεταβαλεῖσθαι “εἰς βόσκημα καὶ καταπάτημα βοός,” ὥστε αὐτὸ ἀροτριώμενον
ἀροτριαθήσεσθαι καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον.
εἰς τοὐναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, 327 ἅπερ, καθ’ ἔνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ
Ἐμμανουὴλ ἐπιφανείας ἐπιτελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμάτων καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας.
b ἀλλοφύλων καὶ εἰδωλολατρῶν τούτοις εἰ μὴ γέγονεν εἰς χέρσου καὶ ἄκανθαν πᾶσα ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος σματος ὥρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες, οἵ τε πολέμιοι αὐτῶν μετὰ βέλους καὶ τοξεύματος ἐπελθόντες, ὑπ’ αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες
ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν, ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὑτῶν πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι· καὶ ἔμπαλιν, εἰ μὴ c ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα
τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφε καρποφορίαν· καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα
τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος.
λοιπὸν καὶ περὶ τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ 203 ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώμενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ’ ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, ἐναργῶς
κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα “ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε·
τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοί- 18 κησις μετὰ κέντρων αὐτοὺς, τοῦτ’ ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων, καταδουλουμένων, (τοῦτο γὰρ ἐδήλου 328 λοῦ τῶν μυιῶν καὶ τῶν μελιττῶν τὰ παραδείγματα) καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημέας εἰς τὴν κατὰ θεὸν γεωργίαν μεταβολή;
δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δὲ οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σω-
b τηρὸς ἡμῶν παρουσίαν ; εἰ δὴ οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δεῖ ἀπιστεῖν εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν
εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις οὐχ ἥττων οὖσα ἀπὸ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ’ αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν ; ἀλλὰ γὰρ τούτοις c ἐξῆς μετὰ τὸ εἰς βόσκημα προβάτου καὶ καταπάτημα
βοός” συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ “ καὶ εἶπε κύριος πρός με, λάβε σεαυτῷ τόμον,” ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν.
μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμάσκου, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.”
προφητεία ἡ γὰρ ἐκεῖσε παρθένος, ἡ τὸν μεθ’ ἡμῶν θεὸν τίκτειν λεγομένη, προφῆτις ἐπὶ τοῦ παρόντος ὠνόμασται. ζητουμένου δὲ πόθεν ἄρα συλλήψεται ἀπειρόγαμος οὖσα, τοῦτο νῦν ὁ λόγος διδάσκει” καὶ b προσῆλθον” λέγων ‘πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ
ἔλαβε καὶ ἔτεκεν υἱόν.”
γενέσεως ὅτε ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ.” ᾗ καὶ εἶπε ‘χαῖρε c κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν
γυναιξί.”
σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοί. διὸ καὶ τὸ 20 γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.
τῆς Σαμαρείας, θατέρου δὲ τοὐ τῆς Δαμάσκου· ἐπὶ δὲ τῆς παρούσης, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας· ὣν καὶ πρόσθεν καταλυθήσεσθαι τοὺς βασιλέας ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουῆλ ἐθέσπιζεν.
ἐθνῶν βασιλεὺς, ὁ δὲ τοῦ πλήθους τῶν Ἰουδαίων, ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει τῆς Παλαιστίνης, ἣν Σεβαστὴν οἶ καθ’ ἡμᾶς ὀνομάζουσι ’ 330 περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου τῷ Ἄχαζ εἶπε “ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο
ξύλων, τῶν δαλῶν τῶν καπνιζομένων τούτων. “
21 διαλελοίπασι, τῆς Ρωμαίων μοναρχίας ἐπικρατησάσης σὺν τῷ τοῦ σωτῆρος ἡμῶν κηρύγματι.
θεωρίαις ἀπόδοσιν, ὑποστησάμενός τε δύο στίφη ἀο- ράτων ἐχθρῶν καὶ πολεμίων δαιμόνων πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολεμούντων, ἕν μὲν τῶν τἀς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάν- τοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας,
θάτερον δὲ τῶν ἐν ἤθεσι ψυχῶν διαφθορὰν κατεργα- c ζομένων ’ καὶ τὸ μὲν τῆς εἰδωλολάτρου πλάνης εἰκόνα φέρειν ἀποδείξας, τὸν ἄρχοντα τῆς Δαμάσκου, τὸ δὲ τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου τύ- πον εἶναι, τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησι
τούτων ἀπαλλαγήσεσθαι τὴν γῆν (οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατ’ οἰκοῦντας ἀνθρώπους) ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουήλ θεόν· τούτου δὲ ἐπιλάμψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς.
καὶ ἐνθάδε περὶ τῶν αὐτῶν εἰρῆσθαι νοήσεις τὸ ‘'λή- d ψεται δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας,” τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμεως καθαιρούσης ἀθρόως πάντας τοὺς ἀοράτους ἡμῶν 205 ἐχθροὺς, οἱ δὴ πάλαι πρότερον ταῖς προειρημέναις
ἀθέοις καὶ ἐπιβλαβέσιν ἐνεργείαις πάντας ἀνθρώπους ἐπολιόρκουν.
αἳμέχρι τῶν δηλουμένων χρόνων διαρκέσασαι ἐξ ἐκεί- νοῦ καὶ εἰς δεῦρο διαλελοίπασι κατὰ τἀς θείας προρ- 331 ῥήσεις.
στᾶ εἰ δυνατοί τινες εἶεν ἐν λόγῳ καὶ σοφίᾳ τοῦ αἰῶνος τούτου, αὐτοὺς εἶναι τοὺς ὀνομαζομένους δύναμιν Δαμάσκου.
ὥσπερ ἐκ πολεμίων τῶν ἐκ περιτομῆς κατ’ αὐτοῦ στρατευσαμένων σκῦλα ὑφ’ αὑτὸν λαβὼν ἐξ ἐναντίας καθώπλισε τοῦ τῶν Ἀσσυρίων βασιλέως, οὕτω πάλιν τροπικῶς δηλουμένου τοῦ ἄρχοντος τοῦ αἰῶνος τού- του.
σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν “εἰς πρόσωπον βασιλέως Ἀσσυρίων,” ἐπίστησον μή ποτε ἄρα καὶ ἐν τούτοιςτὴς Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε κατευθύνοντες ἢ κατευθυνόμενοι Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ c μικρῷ πρόσθεν ἀποδεδομένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ
σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεὺς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι.
Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας, καὶ παραδώσειν εἰς πρόσωπον Ἀσσυρίων καὶ ἐν ὀφθαλμοῖς τῶν ὑπὸ τοῦ θεοῦ κατευθυνομένων θεσπίζεται, καὶ ταῦτα ποιήσειν ἅμα τῇ αὐτοῦ γενέσει, ἀρρήτῳ καὶ ἐνθέῳ d δυνάμει, ἔτι νηπιάζοντι σώματι τοσαῦτα ἐν ἀνθρώποις
οἰκονομούμενον.
ταῖς περὶ τοῦ Χριστοῦ τὰς ἀπὸ τῆς ἐν νόμῳ ἱερουργίας καὶ τῶν μετὰ ταῦτα προφητῶν μαρτυρίας παραλαμβάνειν· πιστοὺς δὲ βούλεται καὶ ἄλλως μάρτυρας εἶναι τοὺς τὴν γένεσιν τοῦ δηλουμένου παιδίου μέλλοντας ἐποπτεύειν, εἰς τὸ συνιέναι δύνασθαι τὰ προφητευόμενα.
ταύτην, καὶ πῶς παραχρῆμα συνέλαβε, καὶ τίς ὁ ἐκ τῆς προφήτιδος ἀποτεχθεὶς υἱὸς, ᾧ αὐτὸς ὁ κύριος ἐπιτέθειται ὄνομα ‘‘ταχέως σκύλευσον, ὀξέως προνόμευσον,” b μευσον,” καὶ τίς ἡ αἰτία τῆς τοιᾶσδε τοῦ τεχθέντος προσηγορίας.
γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, τὴν δύναμιν εἰληφότα Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. ἡμεῖς γὰρ ταῦτα καὶ πρὸς λέξιν καὶ τροπικῶς ἐξειληφότες πεπληρῶσθαι αὐτὰ δείκνυμεν ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως,
παριστῶντες τοτὲ μὲν ῥητῶς κατὰ τὴν πρόχειρον διάνοιαν, τοτὲ δὲ τροπικῶς δεῖν ἐπιβάλλειν ταῖς προγητείαις.
ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, d ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί
τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθ’ ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.”
τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σώζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῆ πορευομένου τὴν εὐαγγελικὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ ἀπεσταλμένος.
ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μώσης φησιν “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ 333 αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” ἀντὶ γὰρ τοῦ “ᾧ ἀπόκειται” τὸ Ἑβραϊκὸν Σιλωάμ περιέχει, τὸν ἐνταῦθα
Σιλωὰμ, τούτ’ ἔστι τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου.
22 τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωὰμ, τοῦτ’ ἔστι τὸν ἀπεσταλμένον Ἐμμανοὺλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγενημένον υἱὸν, τόν τε πότιμον καὶ γόνιμον b αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν, καίτοι
πράως καὶ ἡσυχῆ φερόμενον, παραιτουμένοις, καθ’ ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ ἑλομένοις ἐπάξειν τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει,
λέγων αὐτὸν εἶναι τὸν βασιλέα τῶν Ἀσσυρίων· οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχὴν, ᾗ καὶ παρεδόθησαν οἶ τὸ μὲν δηλωθὲν τοῦ c Σιλωὰμ ὕδωρ τὸ πορευόμενον ἡσυχῆ παραιτησάμενοι,
τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες.
τοῦ θεοῦ κατευθυνόμενος Ῥωμαίων στρατὸς ἀνελήλυθεν ἐπὶ πᾶσαν φάραγγα αὐτῶν, καὶ περιεπάτησεν ἐπὶ πᾶν τεῖχος αὐτῶν, καὶ ἀφεῖλεν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι, καὶ γέγονεν ἡ παρεμβολὴ τοῦ δηλωθέντος
τοσαύτη ὥστε πληρῶσαι τὸ πλάτος τῆς d Ἰουδαίας ἁπάσης.
τῆς παρθένου γεγεννημένος, ἀλλ’ οὐ καὶ μετ’ αὐτῶν ἦν· ὡς εἴ γε εἶχον αὐτὸν, οὐκ ἂν ταῦτα πεπόνθεισαν. διὸ δὴ ἐξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν Ἐμμανουὴλ λέγων ‘μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
τῆς ἐν χερσὶ προφητείας ὁμοίως ἐπιθεωρεῖν.
ὁ μέλλων ἥξειν κατ' αὐτοὺς λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων, καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν, καὶ μηκέτι οὔσης, ἀλλὰ καὶ τῆς ὀνο- b μαζομένης δυνάμεως Δαμάσκου μηδαμῶς ὑπαρχούσης,
μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο, ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν; ἀλλ’ οὐδὲ ἄλλοτε πώποτε
πάλαι πρότερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν.
ῥητὴν διάνοιαν λαβὼν ἱστόρηται
δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν, τοὺς ἐξ Ἰουδαίων αὐτοῦ μαθητὰς, ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, εἰς πρόσωπον τοῦ δηλωθέντος βασιλέως Ἀσσυρίων κατεστήσατο,
καὶ τούτους μὲν ὡς οἰκείους στρατιώτας ὁπλίτας παρεσκεύασεν,
βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι.
ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε κεφαλὴν αὐτοὺς κεκτῆσθαι μήτε τινὰ δυνατὸν ἐν τοῖς θείοις, οἶος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ.
ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκε, καὶ ὡς b ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἐβραίων γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστηθέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων 208
γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα.
κοῦντες τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν ‘‘ἐπα- κούσατε ἕως ἐσχάτου τῆς γῆς.’’
ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ θεός. οὕτω λέγει d κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν’’
αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολε- μεῖν τὸν μεθ’ ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν ὃ ἐὰν βουλεύσωνται καθ’ ἡμῶν οὐ μὴ ἐμμείνῃ αὐτοῖς, διὰ τὸ μεθ’ ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι τὰς καθ’ ἡμῶν
ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόντων ἐπανα- στάσιες συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ’ ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος.
εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος
αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ d
εἰς τὸν αἰῶνα. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.”
τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι’ ὅσων οὗτος καὶ ὅπως παρίσταται. ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος· δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου· τρίτον
ὁ μετὰ χεῖρας, εἶς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις, καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα “μεγάλης βουλῆς ἄγγελος,” καὶ τινα τῶν ἀντιγράφων ἔχει “θαυμαστὸς σύμβουλος, 209 θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ
τοῦ μέλλοντος αἰῶνος·”
κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμὸς, βουλευ- τικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρή- b νῆς, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας.”
βουλος, καὶ θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος γεννηθή- σεσθαι,” καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῖ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ
τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρὸς, καὶ ἀρχι- στράτηγον δυνάμεως κυρίου.
λος καὶ ἰσχυρὸς, δυνατὸς, καὶ πατὴρ, ἔτι καὶ ἄρχων εἰρήνης, ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος·” κατὰ δὲ τὸν Σύμμαχον‘ παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου *" καὶ κατὰ Θεοδο-
τίωνα ‘θαυμαστῶς βουλεύων, ἰσχυρὸς, δυνάστης, πατὴρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστι πέρας ’
καὶ ἀπείρου εἰρήνης ἄρχων μεγάλης τε βουλῆς ἄγγε- λος γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι προφητεύ- ἔται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρικαύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι’ αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν
φησιν ὅτι “πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ὰποτίσουσι.”
κλῆρον;” οἵ τε τῆς τούτ’ ὢν μέτοχοι δυσσεβείας, οἳ καὶ θελήσουσι, τὴν σφῶν αὐτῶν κρίσιν ὕστερόν 338 ποτε ὀψόμενοι, εἰ πρὸ τῆς ἀσεβείας αὐτῶν ἐγεγόνεισαν πυρίκαυστοι, πρὶν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον πρὸς αὐτῶν ἀσεβηθῆναι.
παρὰ σαυτῷ σκέψαι εἰ μὴ ὑπερβαίνει πάσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος. καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον, ἀλλὰ τῆς μεγάλης βουλῆς ἄγγελον καὶ θεὸν ἰσχυρὸν, καὶ ὅσα
τούτοις συγκατείλεκται. ἔτι δέ φησι δι’ αὐτοῦ κατορθωθήσεσθαι b τὴν τοῦ Δαβὶδ βασιλείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον.
δεξιὰν αὐτοῦ· αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ, καὶ θήσομαι εἰς
τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρό- 24 c νον αὐτοῦ, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.”
ψαλμοῖς τοῦ θεοῦ τῷ Δαβὶδ ἐπηγγελμένου, τάναντία τία συνέβη ταῖς ἐπαγγελίαις ἐπελθεῖν διὰ τὰς τῶν διαδόχων αὐτοῦ δυσσεβείας.
d ὡς ἐξ ἐκείνου μηκέτι τὸν θρόνον Δαβὶδ μηδὲ τοὺς ἐκ σπέρματος αὐτοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους.
πνεῦμα θεσπίζει ‘σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ, καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ.”
ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην,” ἃ καὶ ἐναργῶς ἀρξάμενα συντελεῖσθαι ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, μέχρι τῆς Ῥωμαίων καὶ Τιβερίου παρεξετάθη 339 βασιλείας. οὐδεὶς γοῦν ἐκ τῆς τοῦ Δαβὶδ διαδοχῆς
ἐν τοῖς μεταξὺ χρόνοις φαίνεται ἐπὶ τὸν βασιλικὸν τοῦ Ἑβραίων ἔθνους καθεσθεὶς θρόνον μέχρι τῆς τοὐ Χριστοῦ παρουσίας.
25 ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος Δαβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ διαμενεῖ εἰς τὸν αἰῶνα, b καὶ εἰσέτι γε ὡς ὁ ἥλιος ἐναντίον τοῦ θεοῦ τὴν
πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς διδασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου, περὶ τοῦ γεννηθησομένου παιδίου λέγοντος “ἐπὶ τὸν θρόνον Δαβίδ,” δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ,
τὸν δὴ καὶ ἐπηγγελμένον τῷ Δαβὶδ, “καθεσθήσεσθαι αὐτὸν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.”
ἄγγελος ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων “μὴ φοβοῦ Μαριὰμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος
ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
καὶ ἀναβολὴν ὥσπερ αἰτίαν συνορῶν τῆς τοῦ θρόνου Δαβὶδ ἀποπτώοεως ἀποδυσπετεῖ λέγων “σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου.”
σου τὰ ἀρχαία, κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ 26 ἀληθείᾳ σου;” ἃ δὴ σαφέστατα καὶ αὐτὰ δὴ ταῦτα πληρωθήσεσθαι ἐπὶ τῇ γενέσει τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου θεσπίζει. “ἐφ' ᾧ θελήσουσι” φησὶν “οἱ προαποδοθέντες εἰ ἐγενήθησαν πυρίκαυστοι, διότι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν ὁ τῆς
μεγάλης βουλῆς ἄγγελος.”
211 ταχὺ ποίει. χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. εἶεν δ’
ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ b Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου.
ἄγγελος υἱὸς ἐδόθη οωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσι, πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰκονομίας ὑπόθεσιν γεγονέναι φησὶ τὸν ζῆλον κυρίου λέγων “ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.” ποῖος δὲ ζῆλος; ἢ οὗ μέμνηται Μωσῆς
λέγων “αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργεσάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.”
27 τευομένου εἰς ἀνθρώπους ἐπιδημίας, οὐ μὴν ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐπιφανείας αὐτοῦ διὰ τῶν προφητικῶν ἀποδέδεικται μαρτυριῶν, καιρὸς ἂν εἴη συνιδεῖν ποῦ γῆς γεννηθήσεσθαι καὶ ὅθεν γένους ἥξειν,
ἐξ ὁποίας τε Ἑβραίων προελεύσεσθαι φυλῆς ἐκηρύττετο, ἃ καὶ αὐτὰ φέρε ἐρευνήσωμεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.