ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκου- οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τού- του συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμα- 309 θηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους
ἔτυχε τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβ- δόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδεί- ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ’ ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους ποιήσασθαι πάροδον.
τρόπος ἔσεσθαι τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδη- 191 μιᾶς ἐθεσπίζετο, καὶ ποῦ γῆς γεννηθήσεσθαι προε- κηρύττετο,ἀπὸποίου τε γένους προελεύσεσθαι ἐβοᾶτο.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.