σημεῖον, καὶ ἐξαπο·στελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ 306 Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἤκουσάν μου τὸ ὄνομα, οὐδ’ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσί μου τὰ
ἔργα ἐν τοῖς ἔθνεσιν.”
ἅρματα δὲ αὐτοῦ τὰς δορυφορούσας αὐτὸν b ἱεροὺς ἀγγέλους καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους εἴποις ἂν, περὶ ὡν εἴρηται ‟καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ,” καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, οἷς ἐποχούμενος ἐνθέῳ
καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ θεοῦ λόγος τὴν πᾶσαν διέδραμεν οἰκουμένην.
μεθ’ ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο c καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολεμικῶν, μεθ’ ἃ καὶ τὰ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμφώνως τῇ προφητείᾳ τέλους ἔτυχεν.
δ’ οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ κυρίου διὰ τοῦ 2 προφήτου λέγοντος ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, ὁρῶν καθ’ ὅλης τῆς τῶν ἀνθρώπων γῆς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας τε καὶ κλήσεως τὰς τῶν ἐθνῶν d συναγωγὰς ἐπ’ ὀνόματος τοῦ Χριστοῦ συγκροτουμένας,
τάς τε γλώσσας ἀπάντων τῶν ἐθνῶν ἐν παντοίαις διαλέκτοις ἀνθρώπων τὸν ἕνα θεὸν καὶ κύριον ἐπικαλουμένας; καὶ ἐπὶ πᾶσι δὲ τούτοις, τίς θεώμενος τῷ σωτηριώδει σημείῳ πάντας τοὺς εἰς Χριστὸν πεπιστευκότας σφραγῖδι χρωμένους, οὐκ ἂν εὐλόγως καταπλαγείη
ἀκούων πρόπαλαι τοῦ κυρίου εἰρηκότος ‟καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον;”
θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ’ ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, ὅτε πάντα τὰ ἔθνη ὄψονται τὴν δόξαν αὐτοῦ, ἐρχόμενόν τε αὐτὸν ἐξ οὐρανῶν μετὰ δυνάμεως 307 καὶ δόξης πολλῆς. ἀναχθείη δ’ ἂν εἰς ἐκεῖνο
καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προρρήσει δηλουμένων, ὡσπερ οὑν συστήσομεν κατὰ τὴν οίκείαν ὑπο- θεσιν.
θεοῦ ἑξῆς ἂν εἴη ἐπισυνάψαι ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώπινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.