Σιῶν βασιλεύσει σου ὁ θεός. φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος Σιών. ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε κύριος αὐτὴν, καὶ
ἐρρύσατο Ἱερουσαλὴμ, καὶ ἀποκαλύψει τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.”
τὸν εἱρμὸν ἡ περὶ τοῦ πάθους τοῦ Χριστοῦ προφητεία, ἣν καὶ ἐπὶ σχολῆς ἐκθήσομαι. εἷς δὲ ὢν καὶ ὁ αὐτὸς κύριος ὁ φήσας ἐν τῇ πρὸ ταύτης περικοπῇ 304 πρὸς τὸν Ἰουδαίων λαὸν ‟ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα
ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἢν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, διὰ τῶν ἐν χερσὶ πρὸς τοὺς αὐτούς φησιν ‟δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.”
λαός μου τὸ ὄνομά μου” διδάσκει τε ὅτι μὴ ἕτερος, ἀλλ’ αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας κύριος, ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων ‟ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν b πάρειμι.” τὸ δὲ ‟ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εύαγγελιζομενος
ἀγαθὰ, ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιῶν, βασιλεύσει σου ὁ θεὸς,” σαφέστερον οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευταί·
ὁ θεός σου;” καὶ ὁ Σύμμαχος φήσας ‟τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιῶν, c ἐβασίλευσεν ὁ θεός σου;” ἀντὶ δὲ τοῦ “φωνὴ τῶν
φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται,” ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσεν φωνὴ τῶν σκοπῶν σου ἐπῆραν φωνὴν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται.”
τούτοις σκοποὶ οἶ ἱεροὶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ ὀφθαλμοφανῶς ἰδόντες τὸν προφητευόμενον ὕψωσαν αὑτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες. Σιῶν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς d τόποις εὐαγγελιζομένην οἶδεν ἐπουρανίους ὁ ἀπόστολος
δι’ ὧν φησιν ‟ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.”
Χριστοῦ συστᾶσα ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν τὸ θεοσεβὲς πολίτευμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίοις τοῖς πάλαι τὸ πρὶν συνεστὼς εἰς ἐρημίαν διὰ τἀς δυσσεβείας αὐτῶν περιτέτραπται, εἶτ’ αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχε διὰ τῆς τοῦ σωτῆρος
ἡμῶν ἐπιφανείας.
(ἑρμηνεύεται γὰρ σκοπευτήριον·) καθὸ δὲ ἐν εὐσταθείᾳ καὶ γαλήνῃ παθῶν καθέστηκεν, Ἱερουσαλὴμ αὐτὴν ἀποκαλῶν· ὅρασιν γὰρ εἰρήνης μεταληφθὲν b τοὔνομα σημαίνει.
διὰ τοῦ καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὑτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν.” καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.” βραχίονα δὲ τοῦ θεοῦ μὴ ἄλλον εἶναι τοῦ λόγου καὶ τῆς σοφίας
καὶ αὐτοῦ τοῦ κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ νόμιζε.
τοῦ πάλαι λαοῦ πᾶσι τοῖς ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. τὴν δὲ σωτηρίαν, ἥν φησιν ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς, καὶ ἣν ἀνώτερον ἐδήλου λέγων ‟ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν
σου” ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.