δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοὐ θεοῦ λόγου, τοῦ πάντων αἰώνων προυφεστῶτος, ἁγίου καὶ μονογενοῦς αὐτοπυ παιδὸς, ὅν ποικίλως έθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναὶ, καθ’ οὖ ὅμνυσιν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ τὸν ἅπειρον αἰῶνα δοξάσειν· ὅ καὶ γέγονεν ὅτε ὁ λόγος σὰρξ γενόμενος τὸν ἐκ σπέρματος
Δοαβὶδ ἀνείληφέ τε καὶ ἐθεοποίησε. διὸ καὶ υἱὸν αὐτὸν άναγορεύει λέγων, “ἐγὼ ἕσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἕσται μοι εἰς υἱόν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.