ἑξῆς ἐπάγει “καὶ ἤγειρε κύριος σατὰν τῷ Σολομῶνι, b τὸν Ἄδερ τὸν Ἰδουμαῖον.” τὸν δὴ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὑτόν;
πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβὶδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; ἀλλ’ οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἂν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.