εἰς τοὐναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, 327 ἅπερ, καθ’ ἔνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ
Ἐμμανουὴλ ἐπιφανείας ἐπιτελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμάτων καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.