ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν. ἐπίστησον 1 δὲ τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν τὸ πρὶν οὖσαν χιλίων σίκλων εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν, d πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς
ἄκανθαν καὶ εἰς χέρσον παραδοθήσεσθαι τοῖς μετὰ βέλους καὶ τοξεύματος εἰσελευσομένοις· τοὐναντίον δὲ πείσεσθαι πᾶν ὄρος· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης μεταβαλεῖσθαι “εἰς βόσκημα καὶ καταπάτημα βοός,” ὥστε αὐτὸ ἀροτριώμενον
ἀροτριαθήσεσθαι καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.