b ἀλλοφύλων καὶ εἰδωλολατρῶν τούτοις εἰ μὴ γέγονεν εἰς χέρσου καὶ ἄκανθαν πᾶσα ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος σματος ὥρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες, οἵ τε πολέμιοι αὐτῶν μετὰ βέλους καὶ τοξεύματος ἐπελθόντες, ὑπ’ αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες
ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν, ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὑτῶν πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι· καὶ ἔμπαλιν, εἰ μὴ c ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα
τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφε καρποφορίαν· καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα
τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.