ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν
δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους ἐν σκότει c καὶ σκιᾷ θανάτου μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.