καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ·” οὐχ ἡμέρα μὲν, διὰ τὸ προειρῆσθαι ‟οὐκ ἔσται φῶς,” ὃ καὶ ἐπληροῦτο, ὅτε ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης· οὐδὲ νὺξ δὲ, διὰ 1 τὸ ἐπιλέγεσθαι “πρὸς ἑσπέραν ἔσται φῶς,” ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν b αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.