ἐξελεύσεται, φησὶν, ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ξωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτὸν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν ‟εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων 182
σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.” αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.