1 μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προπεφητευμένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσι πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὕτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς ἡγούμενος
ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰρμηθεὶς οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως τὰς ἐξόδους αὐτοῦ τῆς ἐνθέου προϋπάρξεως ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.