τούτοις ἐξῆς ὁ προφητικὸς λόγος ὑποβὰς μικρὸν καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοὐ λαοῦ λέγων ‟ ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αύτὸν
ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.