τὴν Βηθλεὲμ, χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας) φανησομένου τὰς ἐξόδους ἄνωθεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησὶ, τὴν ἔνθεον δηλῶν προΰπαρξίν τε καὶ b οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν οὖν ἔχοι τις ἐφ’ ἕτερον ἀναφέρειν τὸν χρησμὸν,
τίς οὗτος ἀποδεικνύτω· εἰ δ’ οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ σαλευούσῃ τὴν πρόρρησιν;
μόνος γοῦν οὗτος ἐπιφανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθλεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους τὸ ἀνθρώπειον ὑποδὺς c σχῆμα προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προηγορευμένα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.