τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύτην τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἠσαίας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου d ἐξ ‘ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν,
καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάν- 1 τες οἶ λαοὶ καὶ ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ‘ Ιακώβ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.