, ἀλλὰ καὶ οἱ μετ’ αἰτὸν προφῆται συλλήβ- c 1 δην εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον, ὥσπερ οὖν ὁ Δαβὶδ φάσκων “ κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”
νεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ’ ἕτερον καινὸν, λέγων “ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῳ κυρίῳ πάσα ἡ · ἀναγγείλατε ἐν τοῖς 7 ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα,
d φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν, ἐνέγκατε τῷ κυρίῳ αἶ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ.”
ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.”
πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.”
8 Ἱερεμίας, ἕτερος Ἑβραίων προφήτης, ἀποκαλεῖ λέγων‘ ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς 2 πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χει- ρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη ἣν
διαθήσομαι τῷ Ἰσραὴλ, λέγει κύριος κύριος, διδοὺς νόμους μου ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας b αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός.”
τὴν μὲν παλαιὰν ὀνομάζει, τὴν δὲ καινὴν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν ; ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις, τὸν Αἰγυ- πτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν, ἐπί τε τὴν
πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν, νενομοθέτητο, ὡς ἂν c πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. “ δικαίοις γὰρ, φησὶ, νόμος οὐ κεῖται . ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις,
ἀσεβέσι καὶ ἁμαρτωλοῖς, καὶ τοῖς παραπλησίοις.”
τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύτην τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἠσαίας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου d ἐξ ‘ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν,
καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάν- 3 τες οἶ λαοὶ καὶ ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ‘ Ιακώβ.”
λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιῶν προεληλυθὼς, καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιῶν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας
9 ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκο- λούθως ταῖς αὐτοῦ φωναῖς, ἃς πρὸς τοὺς αὐτοῦ μα- θητὰς πεποίητο φήσας πορευθέντες μαθητεύσατε
πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”
τρόπον τῆς καινῆς διαθήκης καὶ τοῦ προκεκηρυγμένου καινοῦ ᾄσματός τε καὶ νόμου.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.