ἀφορίζει λέγων τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πὰν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος.
κύριος ὁ θεός σου · ἔνθα τρισὶν ἑκάστου ἐνιαυτοῦ καιροῖς ἐπὶ ταὐτὸ συνιέναι νομοθετεῖ, καὶ τοὺς καιροὺς ἀφορίζει, καθ’ οὓς ἀπαντὰν ἐχρῆν ἐν τῷ τόπῳ, ἐν ᾧ τὰ τῆς κατ’ αὐτὸν λατρείας ἐπετελεῖτο, ἴνα μὲν τοῦ πάσχα, δεύτερον τὸν μετὰ τεντήκουτα
ἡμέρας ἐπὶ τῆς ὀνομαζομένης Πεντηκοστῆς ἑορτῆς, καὶ τρίτον τῷ ἑβδόμῳ μηνὶ μετὰ τὸ πάσχα κατὰ τὴν τοῦ ἱλασμοῦ ἡμέραν, καθ’ ἣν εἰσέτι νῦν Ἰουδαῖοι πάντες τὴν νηστείαν ἐπιτελοῦσιν · ἐπαρᾶταί τε τοῖς μὴ ἐμμένουσι τοῖς νομοθετουμένοις.
τοὺς μέλλοντας ἅπαντας ἀπαντᾶν τρὶς τοῦ ἔτους εἰς τὰ Ἰεροσόλυμα καὶ τὰ νόμιμα πληροῦν οὐ πόρρω που τῆς Ἰουδαίας ἐχρῆν δήπου οἰκεῖν· ἀλλ’ εἰσὶν ἀμφὶ τοὺς ὅρους· εἰ δὲ δὴ τοῖς πορρωτάτω τῆς Παλαιστίνης οἰκοῦσιν Ἰουδαίοις ἀδύνατα
19 ἦν τελεῖν τὰ νενομοθετημένα, πολλοῦ φάναι τοῖς πᾶσιν ἔθνεσι καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς ἐφαρμόζειν.
θαρτος ἔσται ἑπτὰ ἡμέρας.”
ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα προσοίσει αὐτὰ ἔναντι κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς του αἵματος ἀύτης. οὕτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.”
ἐν μέσῳ αὐτῶν νόμιμον αἰώνιον. ὁ ἀπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας · ἁγνισθήσεται τῇ ἡμέρᾳ 20 τῇτρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται·
ἕσται. πας ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μή ἁγνισθῇ,, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν · ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ’ αὐτῷ
ἔσται.
ἢ ὀστέου ἀνθρωπίνου, ἢ μνήματος, ἀκάθαρτός ἐστιν ἑπτὰ ἡμέρας, καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν αὐτὴν εἰς σκεῦος, καὶ λήψονται ὕσσωπον· καὶ βάψει ἀνὴρ καθαρὸς, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον
καὶ τὰ σκεύη καὶ τὰς ψυχὰς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου, ἢ τοῦ τραυματίου, ἢ τοῦ τεθνηκότος, ἢ τοῦ μνήματος.
πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, 21 καὶ ἀκάθαρτος ἔσται ἕως ἐσπέρας. καὶ ἄνθρωπος ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ . ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν. καὶ ἔσται ὑμῖν νόμιμον
αἰώνιον.
καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους.
3 λέγων “καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμίν σήμερον.”
“πρόσεχε σεαυτῷ μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδης, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν πόλεων σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον.
καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φαγῇ αὐτὰ ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, 3 καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου.”
γεννήματος τοῦ σπέρματός σου · τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν. καὶ φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.”
ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, 4 ὁ δὲ καρπὸς τῶν γεννημάτων πολὺς, πῶς δέοι παρα- κομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον
μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου 5 ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ b ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος
ὁ θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὑ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”
σου· ἐναντίον κυρίου τοῦθεοῦσου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου.”
μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ’ οὖν “ φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν.”
5 πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου, ὧν κύριος ὁ θεός d σου δίδωσί σοι, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς
Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”
σου δρέπανον ἐπ’ ἀμητὸν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι, καθ’ ὅτι εὐλόγηκέν σε κύριος ὁ θεός σου.
παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν 3 ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὑτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ τοῦ ἐκεῖ.
ἐκτελεῖν ἐπάκουσον “ τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, b
ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ.”
ἔθνεσι ; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ 6 νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων “ ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ c πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι ἀυτὰ.
πλημμελοῦντας ἐπιστρέφει.
χίμαρον ἐξ αἰγῶν ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάξουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος.”
παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα · οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων “ὅν ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”
ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ’ ἐπειπὼν ‘ ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς.”
7 “ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος 4 μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.”
χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα;
αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, b μετὰ δ’ ἔγνω καὶ πλημμελήσῃ.”
ποιεῖν ἀλλ’ ἢ ἀπαντὰν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας;
ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ’ ὅρκου καὶ λάθῃ αὐτὸν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἴν τι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτε, καὶ οὗτος δῆτα, φησὶν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπω, καὶ ἐξιλάσεται
περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν, καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.”
παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὑρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἅνθρωπος,
ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις 5 παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει
αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον.”
ἄμωμον, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι
κυρίου, κ’ αἰ ἀφεθήσεται αὐτῷ.
9 σιν πλημμελημάτων, ἐφ’ οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας τοὺς οἰκείους ἀναστέλλων.
ρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον c ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ’ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον
ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλο- γίζεσθαι χρῆν, ὅτε δὴ, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μώσης ἐπισκήπτει λέγων “ ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.”
τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μώσεως θυσίαν ἐφ’ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον
ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν, τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμὸν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν ;
τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ 10 Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν · ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοὐ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς 6 εἰπὼν “ μαθητεύσατε πάντα τὰ ἕθνη”
6 ἐπιλέγει ‘‘διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. ”
εἰκότως οὖν καὶ οἶ αὐτοῦ μαθηταὶ καὶ οἶ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μώσεως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα b γέγονεν. λέγει δ’ οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος
“νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἶ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;”
προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἀπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη c καὶ τοῦτο θεσπίζων προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τόν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ
ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. ἔσται δὲ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς.”
τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλόν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.”
καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἀρ- ξάντων δηλοῖ λέγων ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”
ἐφαρμόσαι τοῖς ἔθνεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν 'Αβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.