τὸν Ἀβραὰμ γενόμενος καὶ πολιτείαν τινὰ διὰ τῆς ἐκδοθείσης ὑπ’ αὐτοῦ νομοθεσίας τῷ Ἰουδαίων ἔθνει καταβεβλημένος τοιαῦτα ἐνομοθέτησεν, οἶα καὶ τοῖς πρὸ αὐτοῦ θεοφιλέσι κατώρθωτο, καὶ οἷα δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσιν ἐφαρμόττειν, ὡς δύνασθαι κατὰ 17
τὴν Μωυσέως διαταγὴν πάσας τὰς φυλὰς τῆς γῆς καὶ πάντα τὰ ἔθνη θεοσεβεῖν, ἦν εἰπεῖν ὅτι διὰ τῆς Μωυσέως νομοθεσίας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβήσαντας καὶ τὸν Ιουδαι·σμὁν ζηλώσαντας, πρὸς αὐτούς τε γενησομένους κατὰ τὸν νόμον, εὐλογηθήσε-
σθαι τῇ τοῦ Ἀβραὰμ εὐλογίᾳ προηγόρευε τὰ λόγια, ἐχρῆν δὲ καὶ ἡμᾶς τὰ παρὰ Μωυσεῖ διατεταγμένα φυλάττειν· ἐπεὶ δὲ οὐκ ἦν ἡ κατὰ Μωυσέα πολι- τεία κατάλληλος τοῖς λοιποῖς ἔθνεσιν ἀλλ’ ἢ μό- ν0ις Ἰουδαίοις, καὶ τούτοις οὐχὶ τοῖς πᾶσιν, ἀλλὰ
τοῖς ἐπὶ τῆς Ἰουδαίας γῆς τὰς διατριβὰς ποιουμένοις, ἕτερον ἐχρῆν ἐξ ἅπαντος ὑποστῆναι τρόπον παρὰ τὸν Μωυσέως νόμον, καθ’ ὃν ἔμελλον βιοῦντα ὁμοίως τῷ Ἀβραὰμ τὰ καθ’ ὅλης οἰκουμένης ἔθνη τῆς ἴσης αὐτῷ κοινωνήσειν εὐλογίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.