τὴν μὲν παλαιὰν ὀνομάζει, τὴν δὲ καινὴν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν ; ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις, τὸν Αἰγυ- πτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν, ἐπί τε τὴν
πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν, νενομοθέτητο, ὡς ἂν c πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. “ δικαίοις γὰρ, φησὶ, νόμος οὐ κεῖται . ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις,
ἀσεβέσι καὶ ἁμαρτωλοῖς, καὶ τοῖς παραπλησίοις.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.