8 Ἱερεμίας, ἕτερος Ἑβραίων προφήτης, ἀποκαλεῖ λέγων‘ ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς 1 πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χει- ρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη ἣν
διαθήσομαι τῷ Ἰσραὴλ, λέγει κύριος κύριος, διδοὺς νόμους μου ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας b αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.