λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιῶν προεληλυθὼς, καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιῶν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας
9 ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκο- λούθως ταῖς αὐτοῦ φωναῖς, ἃς πρὸς τοὺς αὐτοῦ μα- θητὰς πεποίητο φήσας πορευθέντες μαθητεύσατε
πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.