ἐλπίδος, μηδ’ εἰ πάντα τὰ εἰς ἐπιστροφὴν γνησίαν καὶ καθαρὰν ἐξομολόγησιν ἐπιτελοῖεν, ἰδίας αἱρέσεως τῶν κατὰ λογισμοῦ φυσίωσιν Καθαροὺς ἑαυτοὺς ἀποφηνάντων ἀρχηγὸς καθίσταται.
μὲν τὸν ἀριθμὸν ἐπισκόπων, πλειόνων δ’ ἔτι μᾶλλον πρεσβυτέρων τε καὶ διακόνων, ἰδίως τε κατὰ τὰς λοιπὰς ἐπαρχίας τῶν κατὰ χώραν ποιμένων περὶ τοῦ πρακτέου διασκεψαμένων, δόγμα παρίσταται τοῖς πᾶσι τὸν μὲν Νοουάτον ἅμα τοῖς αὐτῷ συνεπαρθεῖσι
τούς τε συνευδοκεῖν τῇ μισαδέλφῳ καὶ ἀπανθρωποτάτῃ γνώμῃ τἀνδρὸς προαιρουμένους ἐν ἀλλοτρίοις τῆς ἐκκλησίας ἡγεῖσθαι, τοὺς δὲ τῇ συμφορᾷ περιπεπτωκότας τῶν ἀδελφῶν ἰᾶσθαι καὶ θεραπεύειν τοῖς τῆς μετανοίας φαρμάκοις.
ἐπιστολαὶ Κορνηλίου Ῥωμαίων ἐπισκόπου πρὸς τὸν τῆς Ἀντιοχέων ἐκκλησίας Φάβιον, δηλοῦσαι τὰ περὶ τῆς Ῥωμαίων συνόδου καὶ τὰ δόξαντα πᾶσι τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Ἀφρικὴν καὶ τὰς αὐτόθι χώρας· καὶ ἄλλαι πάλιν Ῥωμαϊκῇ φωνῇ συντεταγμέναι
Κυπριανοῦ καὶ τῶν ἅμ’ αὐτῷ κατὰ τὴν Ἀφρικὴν, δι’ ὧν τὸ καὶ αὐτοὺς συνευδοκεῖν τῷ δεῖν τυγχάνειν ἐπικουρίας τοὺς πεπειρασμένους ἐφαίνετο, καὶ τῷ χρῆναι εὐλόγως τῆς καθολικῆς ἐκκλησίας ἐκκήρυκτον ποιήσασθαι τὸν τῆς αἱρέσεως ἀρχηγὸν,
πάντας τε ὁμοίως τοὺς συναπαγομένους αὐτῷ.
δὴ οὖν Φάβιον ἀναδιδάσκων ὁποῖός τις ὁ Νοουάτος ἐγεγόνει τὸν τρόπον αὐτὰ δὴ ταῦτα γράφει ὁ Κορνήλιος “ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος “ἐπισκοπῆς ὁ θαυμάσιος οὗτος καὶ κρύπτων ἑ “ἑαυτῷ τὴν προπετῆ ταύτην αὐτοῦ ἐπιθυμίαν ἐλάν-
“θανεν, ἐπικαλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ ἀρχὰς σὺν αὐτῷ τοὺς ὁμολογητὰς ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι.
“λερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ θεοῦ “ἔλεον καρτερικώτατα διενέγκας, καὶ τῇ ῥώμῃ τῆς “αὐτοῦ πίστεως τὸ ἀσθενὲς τῆς σαρκὸς ἐπιρρώσας, “κατὰ κράτος νενίκηκε τὸν ἀντικείμενον — οὗτοι δὴ “οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν, καὶ καταφω-
“ράσαντες τὴν ἐν αὐτῷ πανουργίαν τε καὶ παλιμβο- “λίαν, τάς τε ἐπιορκίας καὶ ψευδολογίας, καὶ τὴν “ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν, ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνά- “σματα καὶ πονηρεύματα, ἃ ἐκ πολλοῦ ἔχων ἐν ἑαυτῷ
“ὑπεστέλλετο, παρόντων ἱκανῶν τοῦτο μὲν ἐπισκό- “πων, τοῦτο δὲ πρεσβυτέρων καὶ λαικόν ἀνδρῶν ‘παμπόλλων, ἐξήγγειλαν ἀποδυρόμενοι καὶ μεταγι- “νώσκοντες ἐφ’ οἷς πεισθέντες τῷ δολερῷ καὶ κα- “κοήθει θηρίῳ πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας
“ἀπελείφθησαν.”
“ὑπερασπιστὴς, ὁπηνίκα παρασπᾶσθαί τε καὶ ὑφαρ- “πάζειν τὴν μὴ δοθεῖσαν αὐτῷ ἄνωθεν ἐπισκοπὴν ‟ἐπεχείρει, δύο δύο ἑαυτῷ κοινωνοὺς ἀπεγνωκότας ‟ἑαυτῶν σωτηρίας ἐπελέξατο ὡς ὡς ἂν εἰς βραχύ τι ‟μέρος καὶ ἐλάχιστον τῆς Ἰταλίας ἀποστείλῃ, κάκεῖ-
‟θὲν ἐπισκόπους τρεῖς, ἀνθρώπους ἀγροίκους καὶ ‟ἁπλουστάτους, πλαστῇ τινι ἐπιχειρήσει ἐξαπατήσῃ, ‟διαβεβαιούμενος καὶ διισχυριζόμενος δεῖν αὐτοὺς ‟ἐν τάχει παραγενέσθαι εἰς Ῥώμηην, ὡς δῆθεν πάσα ‟ἡτισδηκποτοῦν διχοστασία γεγονυῖα σὺν καὶ ἑτέροις
‟ἐπισκόποις καὶ αὐτῶν μεσιτευόντων διαλυθῇ.
“δεκάτῃ μεθύοντας καὶ κραιπαλῶντας μετὰ βίας “ἠνάγκασεν εἰκονικῇ τινι καὶ ματαίᾳ χειρεπιθεσίᾳ ‟ἐπισκοπὴν αὐτῶ δοῦναι, ἣν ἐνέδρᾳ καὶ πανουργίᾳ, ‟μή ἐπιβάλλουσαν αὐτῷ, ἐκδικεῖ.
“μενος καὶ ἐξομολογούμενος τὸ ἑαυτοῦ ἁμάρτημα, ‟καὶ ἐκοινωνήσαμεν ὡς λαι·κῷ, ὑπὲρ αὐτοῦ δεηθέντος “παντὸς τοῦ παρόντος λαοῦ. καὶ τῶν λοιπῶν δὲ ἐπι- “σκόπων διαδόχους εἰς τοὺς τόπους, ἐν οἷς ἦσαν, χειρο- ‘τονήσαντες ἀπεστάλκαμεν.
‟εὐαγγελίου οὐκ ἠπίστατο ἴνα ἐπίσκοπον δεῖν εἶναι ἐν καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ οὐκ ἠγνόει πῶς γάρ;) “πρεσβυτέρους εἶναι τεσσαράκοντα ἓξ, διακόνους “ἑπτὰ, ὑποδιακόνους ἑπτὰ, ἀκολούθους δύο καὶ “τεσσαράκοντα, ἐξορκιστὰς δὲ καὶ ἀναγνώστας ἅμα “πυλωροῖς δύο καὶ πεντήκοντα, χήρας σὺν θλιβομέ-
“νοις ὑπὲρ τὰς χιλίας πεντακοσίας, οὓς πάντας ‟τοῦ δεσπότου χάρις καὶ φιλανθρωπία διατρέφει. ‟
‟ριθμήτου λαοῦ, ἀπὸ τῆς τοιαύτης ἀνεκαλέσατο τε ‘καὶ ἀπαγορεύσεως ἐνέτρεψέ τε καὶ ἀνεκαλέσατο εἰς ‟τὴν ἐκκλησίαν.”
‟τῆς ἐπισκοπῆς. ἆρά γε διὰ τὸ ἐξ ἀρχῆς ἐν τῇ ἐκ- ‘κλησίᾳ ἀνεστράφθαι, καὶ πολλοὺς ἀγῶνας ὑπὲρ ‟αὐτῆς ἠγωνίσθαι, καὶ ἐν κινδύνοις πολλοῖς τε καὶ μεγάλοις ἕνεκα τῆς θεοσεβείας γεγονέναι; ἀλλ’ οὐκ ἔστιν·
‟σατανᾶς, φοιτήσας εἰς αὐτὸν καὶ οἰκήσας ἐν αὐτῷ χρόνον ἱκανόν. ὃς βοηθούμενος ὑπὸ τῶν ἐπορκιστῶν, νόσῳ περιπεσὼν χαλεπῇ, καὶ ἀποθανεῖσθαι ὅσον οὐδέπω νομιζόμενος, ἐν αὐτῇ τῇ κλίνῃ, ᾗ ἔκειτο, περιχυθεὶς ἔλαβεν· εἴ γε χρὴ λέγειν τὸν
τοιοῦτον εἰληφέναι.
βραχέα φησίν ‟ὁ διὰ δειλίαν καὶ φιλοζωίαν ἐν τῷ ‘καιρῷ τῆς διώξεως πρεσβύτερον εἶναι ἑαυτὸν ἀρνησάμενος. ἀξιούμενος γὰρ καὶ παρακαλούμενος ὑπὸ ‟τῶν διακόνων, ἵν᾿ ἐξελθὼν τοῦ οἰκίσκου, ἐν ᾧ ‟καθεῖρξεν ἑαυτὸν, βοηθήσῃ τοῖς ἀδελφοῖς ὅσα ‘θέμις καὶ ὅσα δυνατὸν πρεσβυτέρῳ ‟ἀδελφοῖς καὶ ἐπικουρίας δεομένοις βοηθεῖν, τοσοῦ- ‟τον ἀπέσχε τοῦ πειθαρχῆσαι παρακαλοῦσι τοῖς δια-
‘κόνοις ὡς ὡς καὶ χαλεπαίνοντα ἀπιέναι καὶ “τεσθαι· μὴ γὰρ ἔτι βούλεσθαι πρεσβύτερος εἶναι “ἔφη· ἑτέρας γὰρ εἶναι φιλοσοφίας ἐραστής.”
ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ ‟χάριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρα εἰς “πρεσβυτερίου κλῆρον, ὃς διακωλυόμενος ὑπὸ παντὸς ‟τοῦ κλήρου, ἀλλὰ καὶ λαικῶν πολλῶν, ἐπεὶ μὴ ἐξὸν ‟ἦν τὸν ἐπὶ κλίνης διὰ νόσον περιχυθέντα, ὥσπερ
‟καὶ οὗτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτῷ τοῦτον μόνον χειροτονῆσαι.”
‟τοῦτο, ὀμνύειν ἀντὶ τοῦ εὐλογεῖν τοὺς ταλαιπώρους ῾ἀνθρώπους ἀναγκάζει, κατέχων ἀμφοτέραις ταῖς ‘χερσὶ τὰς τοῦ λαβόντος, καὶ μὴ ἀφεὶς ἔστ’ ἂν ‟ὀμνύοντες ἐς εἴπωσι ταῦτα τοῖς γὰρ ἐκείνου χρήσομαι λόγοις)· ὄμοσόν μοι κατὰ τοῦ σώματος καὶ τοῦ
“αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μηδέποτέ ‟με καταλιπεῖν καὶ ἐπιστρέψαι πρὸς Κορνήλιον.
‟ἔτι ἀνήξω πρὸς Κορνήλιον λέγει.”
“τινα καὶ θαυμαστὴν μαρτυρίαν, ἔτι ὢν ἐν κόσμῳ, “κατιδὼν αὐτοῦ τὴν θρασύτητα καὶ τὴν ἀπόνοιαν, ‟ἀκοινώνητον ἐποίησε σὺν τοῖς πέντε πρεσβυτέροις ῾τοῖς ἅμα αὐτῷ ἀποσχίσασιν ἑαυτοὺς τῆς ἐκκλησίας.”
παραγενομένων ἐπισκόπων τῆς τε τοῦ Νοουάτου κατεγνωκότων ἀβελτερίας κατάλογον πεποίηται, ὁμοῦ τά τε ὀνόματα καὶ ἧς ὁ καθεῖς αὐτῶν προηγεῖτο παροικίας ἐπισημαινόμενος.
διὰ γραμμάτων τῇ τῶν προειρημένων ψήφῳ, τὰς προσηγορίας ὁμοῦ καὶ τὰς πόλεις ὅθεν ἕκαστος ὁρμώμενος ἐπέστελλε μνημονεύει. ταῦτα μὲν ὁ Κορνήλιος Φαβίῳ Ἀντιοχείας ἐπισκόπῳ δηλῶν ἔγραφε.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.