“κατὰ κόλεις καὶ κώμας ὑπὸ τῶν ἐθνῶν διεσπάσθη- “σαν, ὧν ἑνὸς παραδείγματος ἕνεκεν “μαι. Ἰσχυρίων ἐπετρόπευέ τινι τῶν ἀρχόντων μισθῷ. τοῦτον ὁ μισθοδότης ἐκέλευσε θῦσαι, μὴ πειθόμενον ὕβριζεν, ἐμμένοντα προεπηλάκιζεν· ὑφι-
“σταμένου, βακτηρίαν μεγίστην λαβὼν, διὰ τῶν ἐν- ‘τέρων καὶ τῶν σπλάγχνων διώσας ἀπέκτεινε.
“οἱ περιγενόμενοι τῆς ἐκείνων εἰσὶν ἐκλογῆς καὶ “νίκης μάρτυρες. ἓν δὲ καὶ τούτων εἰς δήλωσιν “ἔργον παραθήσομαι.
“καίτοι πολλὰ διερευνησάμενοι οἷ ἀδελφοὶ οὔτε αὐτοὺς οὔτε τὰ σώματα.
ταῦτα διεξῆλθον οὐ μάτην, ἀδελφὲ, ἀλλ’ ἔνα εἰδῇς “ὅσα καὶ ἡλίκα δεινὰ παρ’ ἡμῖν συνέβη· ὧν οἶ μᾶλλον πεπειραμένοι πλείονα ἂν εἰδεῖεν.’
“πάρεδροι καὶ τῆς βασιλείας αὐτοῦ κοινωνοὶ καὶ “μέτοχοι τῆς κρίσεως αὐτοῦ καὶ συνδικάζοντες αὐτῷ, “τῶν παραπεπτωκότων ἀδελφῶν τινὰς ὑπευθύνους “τοῖς τῶν θυσιῶν ἐγκλήμασι γενομένους προσελά- “βοντο, καὶ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν αὐτῶν
“ἰδόντες, δεκτήν τε γενέσθαι δυναμένην τῷ μὴ βου- “λομένῳ καθόλου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς “τὴν μετάνοιαν δοκιμάσαντες, εἰσεδέξαντο καὶ συνή- “γαγον καὶ συνέστησαν, καὶ προσευχῶν αὐτοῖς καὶ “ἑστιάσεων ἐκοινώνησαν.
“περὶ τούτων συμβουλεύετε; τί ἡμῖν πρακτέον; σύμ- “ψηφοι καὶ ὁμογνώμονες αὐτοῖς καταστῶμεν, καὶ κρίσιν αὐτῶν καὶ τὴν χάριν φυλάξωμεν, καὶ τοῖς ἐλεηθεῖσιν ὑπ’ αὐτῶν χρηστευσώμεθα, ἢ τὴν κρίσιν “αὐτῶν ἄδικον ποιησώμεθα, καὶ δοκιμαστὰς αὐτοὺς
“τῆς ἐκείνων γνώμης ἐπιστήσωμεν, καὶ τὴν χρηστότητα λυπήσωμεν, καὶ τὴν τάξιν ἀνασκευάσωμεν; ταῦτα δὲ εἰκότως ὁ Διονύσιος παρατέθειται, τὸν περὶ τῶν ἐξησθενηκότων κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν ἀνακινῶν λόγον.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.