ὥς που καὶ αὐτὸς ἐγγράφως ἱστορεῖ, μηδενός τε ἐπὶ τῆς Ἀλεξανδρείας τῷ κατηχεῖν ἀνακειμένου, πάντων δὲ ἀπεληλαμένων ὑπὸ τῆς ἀπειλῆς τοῦ διωγμοῦ, προσῄεσαν αὐτῷ τινὲς ἀπὸ τῶν ἐθνῶν ἀκουσόμενοι τὸν λόγον τοῦ θεοῦ.
γεγονέναι Πλούταρχον, ὃς μετὰ τὸ βιῶναι καλῶς καὶ μαρτυρίῳ θείῳ κατεκοσμήθη· δεύτερον Ηρακλᾶν τοῦ Πλουτάρχου ἀδελφὸν, ὃς δὴ καὶ αὐτὸς παρ’ αὐτῷ πλείστην βίου φιλοσόφου καὶ ἀσκήσεως ἀπόδειξιν παρασχὼν τῆς Ἀλεξανδρέων μετὰ Δημήτριον
τρίον ἐπισκοπῆς ἀξιοῦται.
πίστεως ὁρμωμένοις ὄνομα, δι’ ἣν ἐνεδείκνυτο πρὸς ἅπαντας τοὺς ἁγίους ἀγνῶτάς τε καὶ γνωρίμους μάρτυρας δεξίωσίν τε καὶ προθυμίαν.
τὴν ἀπαγομένοις τὴν ἐπὶ θανάτῳ τοῖς ἁγίοις μάρτυσι πολλῇ τῇ παρρησίᾳ χρώμενος καὶ ὁμόσε τοῖς κινδύ- νοῖς χωρῶν· ὥστε ἤδη αὐτὸν προσιόντα θαρσαλέως καὶ τοὺς μάρτυρας μετὰ πολλῆς παρρησίας φιλήματι προσαγορεύοντα πολλάκις ἐπιμανεὶς ὁ ἐν κύκλῳ τῶν ἐθνῶν δῆμος σμικροῦ δεῖν κατέλευσεν, εἰ μὴ τῆς
θείας δεξιᾶς βοηθοῦ καθάπαξ τυγχάνων παραδόξως διεδίδρασκεν.
διεφύλαττε. τοσοῦτος δ’ ἦν ἄρα τῶν ἀπίστων ὁ πρὸς αὐτὸν πόλεμος, ὡς καὶ συστροφὰς ποιησαμένους, στρατιώτας αὐτῷ περὶ τὸν οἶκον, ἔνθα κατέμενεν, ἐπιστῆσαι, διὰ τὸ πλῆθος τῶν τὰ τῆς ἱερὰς πίστεως κατηχουμένων παρ’ αὐτῷ.
κατ’ αὐτοῦ διωγμὸς ἐξεκάετο ὡς μηκέτι χωρεῖν αὐτὸν τὴν πᾶσαν πόλιν, οἴκους μὲν ἐξ οἴκων ἀμείβοντα, πανταχόθεν δὲ ἐλαυνόμενον, τῆς πληθύος ἕνεκεν τῶν δι’ αὐτοῦ τῇ θείᾳ προσιόντων διδασκαλίᾳ· ἐπεὶ καὶ τὰ κατὰ πρᾶξιν ἔργα αὐτῷ γνησιωτάτης φιλοσοφίας
κατορθώματα εὖ μάλα θαυμαστὰ περιεῖχεν.
ἐώρα φοιτητὰς ἤδη πλείους προσιόντας, αὐτῷ μόνῳ τῆς τοῦ κατηχεῖν διατριβῆς ὑπὸ Δημητρίου τοῦ τῆς ἐκκλησίας προεστῶτος ἐπιτετραμμένης, ἀσύμφωνον ἡγησάμενος τὴν τῶν γραμματικῶν λόγων διδασκαλίαν τῇ πρὸς τὰ θεῖα παιδεύματα ἀσκήσει, μὴ μελλήσας
ἀπορρήγνυσιν ἅτε ἀνωφελῆ καὶ τοῖς ἱεροῖς μαθήμασιν ἐναντίαν τὴν τῶν γραμματικῶν λόγων διατριβήν.
διετέλει τὸν τρόπον, πάσας ὕλας νεωτερικῶν ἐπιθυμιῶν ἑαυτοῦ περιαιρούμενος, καὶ διὰ πάσης μὲν ἡμέρας οὐ σμικροὺς ἀσκήσεως καμάτους ἀνατλῶν, καὶ τῆς νυκτὸς δὲ τὸν πλείονα χρόνον ταῖς τῶν θείων γραφῶν ἑαυτὸν ἀνατιθεὶς μελέταις, βίῳ τε ὡς ἔνι
μάλιστα ἐγκαρτερῶν φιλοσοφωτάτῳ, τοτὲ μὲν τοῖς ἐν ἀσιτίαις γυμνασίοις ἐνασκούμενος, τοτὲ δὲ μεμετρημένοις τοῖς κατὰ τὸν ὕπνον καιροῖς, οὗ μεταλαμβάνειν οὐδ’ ὅλως ἐπὶ στρωμνῆς, ἀλλ’ ἐπὶ τοὔδαφος διὰ σπουδῆς ἐποιεῖτο.
εὐαγγελικὰς τοῦ σωτῆρος φωνὰς φυλακτέας εἶναι ᾤετο δεῖν, τάς τε περὶ τοῦ μὴ δύο χιτῶνας μηδ’ ὑποδήμασι χρῆσθαι παραινούσας, μηδὲ μὴν ταῖς περὶ τοῦ μέλλοντος χρόνου φροντίσι κατατρίβεσθαι.
ἐν ψύχει καὶ γυμνότητι διακαρτερῶν, εἰς ἄκρον τε ὑπερβαλλούσης] ἀκτημοσύνης ἐλαύνων, τοὺς ἀμφ’ αὐτὸν εἰς τὰ μάλιστα κατέπλησσε, μυρίους μὲν ὅσους λυπῶν εὐχομένους αὐτῷ κοινωνεῖν τῶν ὑπαρχόντων, δι’ οὑς ἑώρων αὐτὸν εἰσφέροντα περὶ τὴν θείαν
διδασκαλίαν καμάτους, οὐ μὴν αὐτός γε ἐνδιδοὺς ταῖς καρτερίαις.
1 ὥστε ἤδη εἰς κίνδυνον ἀνατροπῆς καὶ διαφθορᾶς τοῦ θώρακος περιπεσεῖν.
ὥστε ἤδη καὶ τῶν ἀπίστων ἐθνῶν, τῶν τε ἀπὸ παιδείας καὶ φιλοσοφίας οὐ τοὺς τυχόντας ὑπάγεσθαι τῇ δι᾿ αὐτοῦ διδασκαλίᾳ· οἷς καὶ αὐτοῖς γνησίως ἐν βάθει ψυχῆς τὴν εἰς τὸν θεῖον λόγον πίστιν δι᾿ αὐτοῦ παραδεχομένοις διαπρέπειν συνέβαινε κατὰ τὸν
τότε τοῦ διωγμοῦ καιρὸν, ὡς καί τινας αὐτόν ἁλόντας μαρτυρίῳ τελειωθῆναι.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.