ἐπιτεμνόμενοι τὰ πλεῖστα διὰ βραχέων ὡς οἷόν τε ὀλίγα ἄττα τῶν περὶ αὐτὸν διελευσόμεθα, ἔκ τινων ἐπιστολῶν καὶ ἱστορίας τῶν καὶ εἰς ἡμᾶς τῷ βίῳ πεφυλαγμένων αὐτοῦ γνωρίμων τὰ δηλούμενα φέροντες.
σπαργάνων ἀξιομνημόνευτά μοι εἶναι δοκεῖ. δέκατον μὲν γὰρ ἐπεῖχε Σεβῆρος τῆς βασιλείας ἔτος, ἡγεῖτο δὲ Ἀλεξανδρείας καὶ τῆς λοιπῆς Αἰγύπτου Λαῖτος, τῶν δὲ αὐτόθι παροικιῶν τὴν ἐπισκοπὴν νεωστὶ τότε μετὰ Ἰουλιανὸν Δημήτριος ὑπειλήφει.
δὴ οὖν τῆς τοῦ διωγμοῦ πυρκαϊᾶς ἁφθείσης, καὶ μυρίων ὅσων τοῖς κατὰ τὸ μαρτύριον ἀναδουμένων στεφάνοις, ἔρως τοσοῦτος μαρτυρίου τὴν Ὠριγένους ἔτι κομιδῆ παιδὸς ὑπάρχοντος κατεῖχε ψυχὴν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾶν τε καὶ ὁρμᾶν
ἐπὶ τὸν ἀγῶνα προθύμως ἔχειν.
γνοὺς ἁλόντα τὸν πατέρα δεσμωτηρίῳ φυλάττεσθαι, ὅλος ἐγίνετο τῆς περὶ τὸ μαρτύριον ὁρμῆς, τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένη ἐσθῆτα οἴκοι μένειν ἀνάγκην ἐπῆγεν.
οὐχ οἶός τε ὢν ἠρεμεῖν, διαπέμπεται τῷ πατρὶ προτρεπτικωτάτην περὶ μαρτυρίου συντάξας ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν αὐτῷ παραινεῖ “ἔπεχε, μὴ δι’ ἡμᾶς “ἄλλο τι φρονήσῃς”. τοῦτο πρῶτον τῆς Ὠριγἐνους παιδικῆς ἀγχινοίας καὶ περὶ τὴν θεοσέβειαν γνησιωτάτης
διαθέσεως ἀνάγραπτον ἔστω τεκμήριον.
παιδείᾳ καὶ τούτων οὐ κατὰ πάρεργον τὴν φροντίδα πεποιημένου.
πράγματα παρέχειν τῷ πατρὶ τί ἄρα ἐθέλοι δηλοῦν τὸ τῆς θεοπνεύστου γραφῆς ἀναπυνθανόμενος βού- λῆμα.
ὡμολόγει τῷ πάντων ἀγαθῶν αἰτίῳ θεῷ χάριν, ὅτι δὴ αὐτὸν τοιούτου πατέρα γενέσθαι παιδὸς ἠξίωσεν.
σεβασμίως καὶ τῆς εὐτεκνίας μακάριον ἑαυτὸν ἡγήσασθαι. ταῦτα καὶ ἕτερα τούτοις συγγενῆ περὶ παῖδ’ ὄντα τὸν Ὠριγένην γενέσθαι μνημονεύουσιν.
ἑπτακαιδέκατον οὐ πλῆρες ἰτὸς ἄγων, καταλείπεται.
ὁμοῦ καὶ ἀναπαύσεως παρά τινι πλουσιωτάτῃ μὲν τὸν βίον καὶ τὰ ἄλλα περιφανεστάτῃ γυναικὶ, διαβόητόν γε μὴν ἄνδρα περιεπούσῃ τῶν τότε ἐπὶ τῆς Ἀλεξανδρείας αἱρεσιωτῶν· τὸ γένος ἦν οὗτος Ἀντιοχεὺς, θετὸν δὲ αὐτὸν υἱὸν εἶχέ τε σὺν ἑαυτῇ καὶ ἐν
τοἴς μάλιστα περιεῖπεν ἡ δεδηλωμένη.
ἀνδρὶ) συναγομένου παρ’ αὐτῷ οὐ μόνον αἱρετικῶν, ἀλλὰ καὶ ἡμετέρων, οὐδεπώποτε προυτράπη κατὰ τὴν εὐχὴν αὐτῷ συστῆναι, φυλάττων ἐξέτι παιδὸς κανόνα ἐκκλησίας, βδελυττόμενός τε, ὡς αὐτῷ ῥήματι φησί που αὐτὸς, τὰς τῶν αἱρέσεων διδασκαλίας.
ἑαυτὸν, ὡς καὶ παρασκευὴν ἐπὶ τὰ γραμματικὰ οὐ μετρίαν ἔχειν, μετ’ οὐ πολὺ τῆς τοῦ πατρὸς τελειώσεως τούτοις ἐπιδεδωκὼς ἑαυτὸν, ηὐπόρει τῶν ἀνγκαίων, ὡς ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, δαψιλῶς.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.